[ ] Italia — Puteoli (Pozzuoli) — late 3rd c. BC — RAAN 8 (1924) 113-122
1 ἦν ὅσα τερπνὰ τοκεῦσι, καὶ εἰς γάμον ἔβλεπεν ἤδη
Θευδώρας μάτηρ ἐλπίσι Κλειορόδη·
τὰν δὲ Ἀΐδας ἄσστρεπτον ὑπὸ ζόφον εἵλετο κούραν,
οὐδέ οἱ εἱμερόεν κάλλος ἔρυκε μόρον.
5 ὦ μάκαρος τέκνου Διονύσιος οὐχ ἕλεν ἄλγ<η> {⁴ΑΛΓΕΙ}⁴,
ἀλλὰ βαθὺν Λάθας ἦλθε πάροιθε δόμον.
Search Help
Contact Us