[ ]
Italia — Puteoli (Pozzuoli) — late 3rd c. BC — RAAN 8 (1924) 113-122
| 1 | ἦν ὅσα τερπνὰ τοκεῦσι, καὶ εἰς γάμον ἔβλεπεν ἤδη |
| Θευδώρας μάτηρ ἐλπίσι Κλειορόδη· | |
| τὰν δὲ Ἀΐδας ἄσστρεπτον ὑπὸ ζόφον εἵλετο κούραν, | |
| οὐδέ οἱ εἱμερόεν κάλλος ἔρυκε μόρον. | |
| 5 | ὦ μάκαρος τέκνου Διονύσιος οὐχ ἕλεν ἄλγ<η> {⁴ΑΛΓΕΙ}⁴, |
| ἀλλὰ βαθὺν Λάθας ἦλθε πάροιθε δόμον. |