Decree of the Hellenic League honoring the Athenian Glaukon, son of Eteokles. Marble stele, broken at the top.
[ ]
Boiotia — Plataiai — 261-246 BC — AAA 6 (1973) 375-377 — cf. SEG 27.65; 33.406; 36.443; 40.412 — SEG 61.352
| 1 | [ἐφ’] ἱερέως Νικοκλείδου τοῦ Χαιρέου, |
| ἀγωνοθετοῦντος Ἀρχελάου τοῦ | |
| Ἀθηναίου, δόγμα τῶν Ἑλλήνων· | |
| Εὔβουλος Παναρμόστου Βοιώτιος εἶπε· | |
| 5 | ἐπειδὴ Γλαύκων Ἐτεοκλέους |
| Ἀθηναῖος πρότερόν τε διατρίβων | |
| ἐν τῆι ἰδίαι πατρίδι καὶ κοινῆι διε- | |
| [τ]έλει πᾶσι τοῖς Ἕλλησιν εὔνους ὢν̣ | |
| [κ]αὶ ἰδίαι τοῖς παραγινομένοις εἰς | |
| 10 | τ̣ὴμ πόλιν καὶ μετὰ ταῦτα τεταγμέ- |
| νος παρὰ τῶι βασιλεῖ Πτολεμαίωι | |
| τὴν αὐτὴν εἶχεν προαίρεσιν φανε- | |
| ρὸς εἶναι βουλόμενος ὡς διέκειτο | |
| τῆι πρὸς τοὺς Ἕλληνας εὐνοίαι | |
| 15 | ἀ̣ναθήμασίν τε τὸ ἱερὸν ἐκόσμη- |
| σεν καὶ προσόδοις ἃ καθήκει διατη̣- | |
| ρεῖσθαι τῶι Διὶ τῶι Ἐλευθερίωι [καὶ] | |
| τῆι τῶν Ἑλλήνων Ὁμονοίαι, συνη[ύ]- | |
| ξησεν δὲ καὶ τὴν θυσίαν τοῦ Διὸς τ[οῦ] | |
| 20 | Ἐλε<υ>θερίου καὶ τῆς Ὁμονοίας καὶ τὸν |
| ἀγῶνα ὃ τιθέασιν οἱ Ἕλληνες ἐπὶ | |
| τοῖς ἀνδράσιν τοῖς ἀγαθοῖς καὶ ἀγω- | |
| νισαμένοις πρὸς τοὺς βαρβάρους | |
| ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας, | |
| 25 | [ἵνα] οὖν εἴδωσιν ἅπαντες ὅτι τὸ κοι- |
| νὸν συνέδριον τῶν Ἑλλήνων καὶ ζῶ- | |
| σιν καὶ μετηλλαχόσιν ἀποδίδωσιν | |
| χάριτας καταξίας τῶν εὐεργετη- | |
| μάτων τοῖς τιμῶσι τὸ ἱερὸν τοῦ Δ[ι]- | |
| 30 | ὸς τοῦ Ἐλευθερίου, δεδόχθαι τοῖς |
| Ἕλλησιν ἐπαινέσαι Γλαύκωνα | |
| καὶ καλεῖν εἰς προεδρίαν αὐτὸν | |
| καὶ τοὺς ἐκγόνους αὐτοῦ εἰς τὸν ἅπα[ν]- | |
| τα χρόνον ὅταν οἱ ἀγῶνες οἱ γυμνικοὶ | |
| 35 | [σ]υντελῶνται ἐμ Πλαταιαῖς καθάπε[ρ] |
| καὶ τοὺς λοιποὺς εὐεργέτας, ἀναγρά- | |
| ψαι δὲ τόδε τὸ ψήφισμα τὸν ἀγωνοθέ- | |
| την εἰς στήλην λιθίνην καὶ ἀναθεῖναι | |
| παρὰ τὸμ βωμὸν τοῦ Διὸς τοῦ Ἐλευθε- | |
| 40 | ρ̣ίου καὶ τῆς Ὁμονοίας, τὸν δὲ ταμίαν |
| [τ]ὸν ἐπὶ τῶν ἱερῶν χρημάτων δοῦναι τ[ὸ] | |
| [ε]ἰς ταῦτα ἀνήλωμα. |