[ ] Att. — 116/7
See also:
1 ἐπὶ Τίτου Κωπωνίου, ἱεροκήρυκος υἱοῦ, Μαξίμου Ἁγνουσίου ἄρχοντος, Βοηδρ[ομιῶνος]
ὀγδόῃ μετ’ εἰκάδα, ἐπὶ τῆς Ἀντιοχίδος τρίτης πρυτανείας, πεντεκαιδεκάτῃ τῆς
πρυτανείας, ᾗ Νεικίας Δωρίωνος Φλυεὺς ἐγραμμάτευεν, βουλὴ ἱερὰ ἐν Ἐλευσεινί[ωι]·
τῶν προέδρων ἐπεψήφιζεν Ἡράκλειτος Πειριεὺς καὶ συνπρόεδροι· ὁ ἐπὶ τὰ ὅπλα στρα-
5 τηγὸς τὸ δεύτερον καὶ γυμνασίαρχος τὸ δεύτερον καὶ ἱερεὺς Ἄρεως Ἐνυαλίου καὶ Ἐνυοῦς
καὶ Διὸς Γελέοντος ἱεροκῆρυξ Τίτος Κωπώνιος Μάξιμος Ἁγνούσιος εἶπεν·
ἐπειδὴ πάτριόν ἐστιν τῇ βουλῇ τοὺς ἀπὸ τῆς Ἑλλάδος ἀγαθοὺς ἄνδρας καὶ εὖ γεγονότας τει-
μᾶν καὶ ζῶντας κἂν τοῦ βίου μεταστῶσιν, Ἀντώνιος δὲ Ὀξύλος Ἠλεῖος Ἀντωνίου
Σαμίππου υἱός, καλὸς κἀγαθὸς νεανίας καὶ ἐκ προγόνων ἄνωθεν ὑπὸ τῆς πόλεως ἡμῶν
10 τετειμημένος προμοίρως τέθνηκεν· v τύχῃ ἀγαθῇ δεδόχθαι τῇ βουλῇ τῶν · Χ · καὶ τῷ δήμῳ
ἐπιτρέψαι ἀνδριάντα ἀνασταθῆναι ἐν ἀκροπόλει ἀρετῆς ἕνεκα, ὅπως ἂν τούτων πραττομένων
ἡ τῆς πόλεως φιλανθρωπία τοῖς καλοῖς κἀγαθοῖς τῶν ἀνδρῶν ὑπάρχουσι φανερὰ πᾶσι γείνηται.
Search Help