1 | ἐπὶ Τίτου Κωπωνίου, ἱεροκήρυκος υἱοῦ, Μαξίμου Ἁγνουσίου ἄρχοντος, Βοηδρ[ομιῶνος] |
ὀγδόῃ μετ’ εἰκάδα, ἐπὶ τῆς Ἀντιοχίδος τρίτης πρυτανείας, πεντεκαιδεκάτῃ τῆς | |
πρυτανείας, ᾗ Νεικίας Δωρίωνος Φλυεὺς ἐγραμμάτευεν, βουλὴ ἱερὰ ἐν Ἐλευσεινί[ωι]· | |
τῶν προέδρων ἐπεψήφιζεν Ἡράκλειτος Πειριεὺς καὶ συνπρόεδροι· ὁ ἐπὶ τὰ ὅπλα στρα- | |
5 | τηγὸς τὸ δεύτερον καὶ γυμνασίαρχος τὸ δεύτερον καὶ ἱερεὺς Ἄρεως Ἐνυαλίου καὶ Ἐνυοῦς |
καὶ Διὸς Γελέοντος ἱεροκῆρυξ Τίτος Κωπώνιος Μάξιμος Ἁγνούσιος εἶπεν· | |
ἐπειδὴ πάτριόν ἐστιν τῇ βουλῇ τοὺς ἀπὸ τῆς Ἑλλάδος ἀγαθοὺς ἄνδρας καὶ εὖ γεγονότας τει- | |
μᾶν καὶ ζῶντας κἂν τοῦ βίου μεταστῶσιν, Ἀντώνιος δὲ Ὀξύλος Ἠλεῖος Ἀντωνίου | |
Σαμίππου υἱός, καλὸς κἀγαθὸς νεανίας καὶ ἐκ προγόνων ἄνωθεν ὑπὸ τῆς πόλεως ἡμῶν | |
10 | τετειμημένος προμοίρως τέθνηκεν· v τύχῃ ἀγαθῇ δεδόχθαι τῇ βουλῇ τῶν · Χ · καὶ τῷ δήμῳ |
ἐπιτρέψαι ἀνδριάντα ἀνασταθῆναι ἐν ἀκροπόλει ἀρετῆς ἕνεκα, ὅπως ἂν τούτων πραττομένων | |
ἡ τῆς πόλεως φιλανθρωπία τοῖς καλοῖς κἀγαθοῖς τῶν ἀνδρῶν ὑπάρχουσι φανερὰ πᾶσι γείνηται. |
IG II²
1072