[ ]
Arkadia — Lykosoura — late 2nd/3rd c. AD
1 | οἱ Ἀχαιοὶ |
Σάωνα Πολυχάρμου καὶ Σακλέας Μεγαλοπολείτην | |
τὸν ἱεροφάντην τῶν Μεγάλων θεῶν διὰ σωφροσύνην καὶ τὴν ἄλλην ἀρετήν. | |
ψήφισμα Ἀχαιῶν· | |
5 | ἐστρατήγει τῶν Ἀχαιῶν Κλαύδιος Τείμανδρος· ἃ ἔδοξε τοῖς Ἀχαιοῖς· Πομπήϊος |
Ἀπελλᾶς εἶπεν· ἐπειδὴ Σάων Πολυχάρμου Μεγαλοπολείτης ἔνανχος τετελεύ- | |
τηκεν, ἀνὴρ καὶ διὰ γένος καὶ διὰ τὴν τοῦ βίου προαίρεσιν οὐ μόνον ἐπὶ τῆς αὐτο[ῦ] πατρίδος | |
ἐν τοῖς πρώτοις, ἀλλὰ καὶ παρὰ τοῖς Ἕλλησιν ἐπίσημος, γεγονὼς μὲν ἀπὸ τῶν πρώτως τὴν τελετὴν | |
τῶν Μεγάλων θεῶν παρὰ τοῖς Ἀρκάσι συστησαμένων ἱεροφαντῶν, παῖς δὲ Πολυχάρμου καὶ Σα- | |
10 | κλέας, οἳ καὶ σωφροσύνῃ καὶ τῇ περὶ τοὺς θεοὺς θρησκείᾳ καὶ σεμνότητι διαφέροντες |
ἔτι νῦν εἰσιν, ῥώμῃ δὲ καὶ κάλλει σώματος ἐπ’ ἄκρον ἐληλακὼς ἀπό τε χρημάτων καὶ τὴν <πατρίδα> | |
πολλὰ πολλάκις εὖ πεποηκὼς καὶ τοὺς ἐνδοξοτάτους τῶν Ἑλλήνων, ἐν ὑποδοχαῖς καὶ | |
συνόλως ταῖς κατὰ ψυχὴν ἀρεταῖς οὐθενὸς τῶν πολειτῶν· δι’ ἃ πάντα δεδόχθαι τοῖς | |
Ἀχαιοῖς παραμυθήσασθαι μὲν τοὺς γονῆς αὐτοῦ, τετειμῆσθαι δὲ τὸν κατοιχόμενον | |
15 | ἥρωα τειμαῖς ταῖς ἀρίσταις, ἀναστῆσαι δὲ καὶ εἰκόνας αὐτοῦ χαλκέας ἐν τοῖς κοινοῖς |
τῆς Ἑλλάδος πανηγυριστηρίοις, Ὀλυμπίασι καὶ Ἰσθμοῖ καὶ Νεμέᾳ, καὶ ἐν τῇ πατρίδι, ἐχού- | |
σας ἐπιγραφήν· Σάωνα Πολυχάρμου καὶ Σακλέας Μεγαλοπολείτην οἱ Ἀχαι- | |
οὶ τὸν ἱεροφάντην τῶν Μεγάλων θεῶν διὰ σωφροσύνην καὶ τὴν ἄλλην | |
ἀρετήν, ὅ[π]ως ὅ τε μετηλλαχὼς κατ’ ἀξίαν πεποημένος φαίνηται v οἵ τε | |
20 | ἄλλοι πάντες Ἕλληνες διὰ τὴν τῶν Ἀχαιῶν περὶ τοὺς καλοὺς καὶ ἀγα- |
θοὺς ἐπιμέλειαν προθύμως ἐπὶ τὸν κατ’ ἀρετὴν βίον τρέπωνται. | |
τὸ ἀνάλωμα ἰς τὸν ἀνδριάντα | |
παρέσχεν ἡ γυνὴ αὐτοῦ Ἀριστό- | |
κλεια Σάωνος. |