[ ] Arkadia — Lykosoura — 2nd/early 3rd c. AD
1 ψήφισμα Ἀχαιῶν.
ἔδοξε τοῖς Ἀχαιοῖς·
Γέλλιος Βάσσος εἶπεν·
Ἡράκλειαν Εὐμήλου σω-
5 φροσύνης ἕνεκα καὶ τῆς
ἄλλης ἁπάσης
γυναικείας ἀρετῆς τε-
τειμῆσθαι ἑκάστοθι τῶν
ἑλληνίδων πανηγύρε-
10 ων ἀνδριᾶσι, καὶ τὸ ψή-
φισμα τοῦτο ἐν στήλῃ τοῦ
ἀνδριάντος ἐνγεγρά-
φθαι, ὅπως ἂν Ἡρακλεί-
ας Εὐμήλου ἡ μνήμη
15 ἀΐδιος εἴη καὶ παράδει-
γμα σωφροσύνης καὶ εὐσε-
βείας αἱ ἄλλαι Ἀχαιΐδες
γυναῖκες ἔχοιεν.
Search Help
Contact Us