[ ]
Arkadia — Thisoa
1 | ἐπει[δὴ] Θύμων Παυσίων[ο]ς Θελφούσ[ιος] |
ὑπ[άρ]χε[ι] φίλος ὢν καὶ εὔχρηστος τᾶι π[όλει] | |
καὶ [τοῖς] ἰδ[ι]ώταις τοῖς παραγινομένοις κα[ὶ] | |
χρε̣ί̣[αν] ἔχουσιν, καὶ τᾶς πόλιος χρείαν ἐχούσας | |
5 | διαφόρου ἔδωκε τᾶι πόλει, δεδόχθαι Θύμωνα |
Παυσίωνος Θελφούσιον πρόξενον ἦναι καὶ εὐερ- | |
γέταν τᾶς πόλιος αὐτὸγ καὶ ἐγγόνος· ἦν[αι δ]ὲ αὐ- | |
τοῖς καὶ ἐπινομίαν καὶ τὰ ἄλλα τίμια ὅσα ὑ[πά]ρχει | |
καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πό- | |
10 | λιος· γράψαι δὲ καὶ τὸς ἐπιμελητὰς τὸ ψάφισμα |
ἐγ χάλκωμα καὶ ἀναθῆναι ἐν τὸ ἱερὸν τῶ Μεγά- | |
λω Θεῶ. | |
Θελ{²fulgur}²φοῦ {²⁶Θελφοῦ}²⁶. |