[ ]
Arkadia — Thisoa
| 1 | ἐπει[δὴ] Θύμων Παυσίων[ο]ς Θελφούσ[ιος] |
| ὑπ[άρ]χε[ι] φίλος ὢν καὶ εὔχρηστος τᾶι π[όλει] | |
| καὶ [τοῖς] ἰδ[ι]ώταις τοῖς παραγινομένοις κα[ὶ] | |
| χρε̣ί̣[αν] ἔχουσιν, καὶ τᾶς πόλιος χρείαν ἐχούσας | |
| 5 | διαφόρου ἔδωκε τᾶι πόλει, δεδόχθαι Θύμωνα |
| Παυσίωνος Θελφούσιον πρόξενον ἦναι καὶ εὐερ- | |
| γέταν τᾶς πόλιος αὐτὸγ καὶ ἐγγόνος· ἦν[αι δ]ὲ αὐ- | |
| τοῖς καὶ ἐπινομίαν καὶ τὰ ἄλλα τίμια ὅσα ὑ[πά]ρχει | |
| καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πό- | |
| 10 | λιος· γράψαι δὲ καὶ τὸς ἐπιμελητὰς τὸ ψάφισμα |
| ἐγ χάλκωμα καὶ ἀναθῆναι ἐν τὸ ἱερὸν τῶ Μεγά- | |
| λω Θεῶ. | |
| Θελ{²fulgur}²φοῦ {²⁶Θελφοῦ}²⁶. |