Decree of Maroneia and oaths concerning embassies to the emperor.  Two non-joining fragments of the upper part of a stele of Thasian marble.
[ ] Thrace — Maroneia [found on Samothrace] — 41/42 or 46 AD — Chiron 33 (2003) 379-417 — cf. Chiron 34 (2004) 145-148 — Chiron 34 (2004) 149-167
frg. A.1 γ̣νώμη βουλευτῶν καὶ ἱερέων καὶ ἀρχόντων καὶ Ῥωμαίω̣[ν τῶν]
[τ]ὴν πόλιν κατοικούντων καὶ τῶν λοιπῶν πολειτῶν ἁπά̣ν[των]·
[ἔ]δ̣οξεν τ̣ῆι βουλῆι· ἐπεὶ ὁ ἐπιφανέστατος θεὸς τοῦ κόσ̣μ̣[ου καὶ]
[κ]τίστης νέων ἀγαθῶν ἅπασιν ἀνθρώποις, Τιβέριος Κλαύδιος Καῖ̣σ̣[αρ Σεβα]-
5 σ̣τ̣ὸς Γερμανικός, πρε<σ>βευσάντων ἡμῶν ἐπ’ αὐτὸν καὶ δηλωσά̣ντω[ν τὴν]
τ̣ῆς πόλεως πρὸς τὸν δῆμον τὸν Ῥωμαίων ὑπόστασιν καὶ τὰς τ̣ύ̣χας̣ [τὰς πρό]-
[τε]ρ̣ον ἃς ὑπέμεινεν ὁ Μαρωνειτῶν δῆμος διὰ τὴν πρὸς Ῥωμαί[ους φιλί]-
α̣ν̣, εὐθέως ἅμα τ<ῇ> τῆς ἡγεμονίας αὐτῶν συνστάσει φίλος καὶ σ̣[ύμμαχος γε]-
ν̣όμενος καὶ μετὰ ταῦτα ὑπομείνας ἐπιδεῖν κατασκαφὴν μὲ̣[ν τῆς ἑξηκον]-
10 τ̣α̣σταδίου τὸ περίμετρον πόλεως, τέκνων δὲ ἀπολήας καὶ λε̣[ηλασίαν]
[κ]α̣ὶ αἰχμαλωσίαν καὶ τὰς ἄλλας τὰς κατὰ μέρος συμφορὰς ἵνα μη̣[δὲν τῶν πρὸς]
Ῥ̣ω̣μ̣αίους θραύσῃ δικαίων, ἀνθ’ ὧν σύμμαχος μὲν καὶ φίλος ὑπὸ̣ [τῆς συνκλή]-
του διὰ τῶν δογμάτων καὶ ἐνσύνθηκος καὶ ἔνσπονδος ἐκρίθη, ἐλ̣ε̣υ̣θε[ρίαν δὲ καὶ νό]-
μ̣ο̣υς μετὰ τῶν ἄλλων φιλανθρώπων ἔλαβε, ἃ δεδήλωται ὑπὸ̣ τ̣ῆ̣[ς συνκλή]-
15 του διὰ δογμάτων καὶ ὑπὸ τῶν αὐτοκρατόρων διὰ τῶν ἀποκριμάτ[ων, ἀπεκρίνα]-
τ̣ο̣ ὡς τὴν τοιαύτην πόλιν ἄξιόν ἐστι αἰωνίῳ χάριτι κεκοσμῆσθ̣α̣ι μ̣[ηδενὸς]
τῶν δεδομένων αὐτῇ φιλανθρώπων ἐλασσουμένου, δι’ ἃ δὴ ἀποκατ̣[έστησεν]
αὐ̣τὴν εἰς τὸ ἀρχαῖον δίκαιον ἐπιβεβαιώσας τήν τε ἐ̣λ̣[ευθερί]-
α̣ν̣ καὶ τὰ φιλάνθρωπα πάντα, ὑποσχόμενος {ΧΟΜΕΝΟ̣Σ̣} [διὰ]
20 ἀ̣ποκρίματος πρέπουσαν καὶ δυνατὴν τηλικούτῳ θεῷ ὑ̣πό̣-
σχεσιν καὶ εἰς τὸ λοιπὸν ἀνεπηρεάστους ἡμᾶς διαφυλα-
χ̣θ̣ῆναι· ἀνανκαιότατον δέ ἐστιν καὶ ἡμᾶς πᾶσαν εἰσενένκ̣α̣σ-
θ̣αι φροντίδα ὑπὲρ τοῦ μήτε νῦν μήτε ἄλλοτέ ποτε, λαθόντων
τῶν τῆς πόλεως δικαίων, συνβ̣ῆναι κατὰ μηδένα τρόπον ἐλασ̣σω̣-
25 θ̣ῆ̣ναι ἡμῶν τὴν ἐλευθερίαν καὶ τὰ φιλάνθρωπα· ἔσται τούτῳ ἐὰν χ̣ά̣-
ρ̣ι̣ν̣ τούτων καὶ διὰ ψηφίσμα<τ>ος αἰωνίου νομο<θετη>θ̣έντος ἡ ἐπὶ τοὺς Σεβ̣α̣-
σ̣τοὺς πρεσβήα κατὰ {ΤΑ} πάντα καιρὸν ἑτοίμη ὑπάρχῃ, μηδενὸς ἐνοχ̣-
λ̣ῆ̣σαι τρόπου δυναμένου τοῖς βουλομένοις ἀναλαβεῖν τὸν ὑπὲρ τῆς πατ̣<ρί>-
δ̣ο̣ς ἀγῶνα· δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ γεγράφθαι καὶ κεκυρῶσθαι ψή̣-
30 φισ̣μα ὑπὲρ τῆς τοιαύτης πρεσβείας τὸ ἐπὶ τέλει τοῦ ψηφίσματο̣ς̣
[γ]ε̣γραμέν̣ον {²⁶γεγραμμένον}²⁶ καὶ εἶναι πρ̣οη̣σφαλισμένον εἰς τὸν ἅπαντα χρόνον, ἵν̣α̣
ἐάν τις καταλά̣βηι και<ρ>ὸς χρείας τῆς τοιαύτης πρεσβήας, θραυομένο̣[υ]
τινὸς τῶν τῆς ἐλευθερίας ἡμῶν ἢ τῶν λοιπῶν φιλανθρώπων κα[θ’ ὁν]-
τινα̣οῦν τρόπον, ἔχωσιν ἐξουσίαν πάντες οἱ βουλόμενοι διὰ χρη̣μ̣α̣τ̣[ισ]-
35 μοῦ ἐπιγράψαι ἑαυτοὺς τῷ ψηφίσματι πρεσβευτάς, ὀμόσαντες τ̣ὸ̣ν̣ [ὑ]-
π̣ογεγραμένον τῷδε τῷ ψηφίσματι ὅρκον, ἐπιγράψα̣ι̣
                                                 vacat
37 {․A} ἑαυτοὺς πρεσβευτὰς καὶ σφραγι<σ>άμενοι τ̣ὸ ψή(φισμα) σφραγεῖδι
[ἐ]χο̣ύ̣σῃ πρόσωπον Διον̣ύσου, ὃ ἂν αὐτοὶ βουληθῶσιν, οἱ κατεσταμένοι ᾧδ̣[ε]
[πρ]ε̣σβευταὶ κατὰ τὸ ψήφισμα ἐπὶ τὸν προεστῶτα τῆς ἡγεμονί̣α̣ς̣
40 αὐτοκράτορα θεὸν Σεβαστὸν Καίσαρα, μηδενὸς ἔχοντος ἐξουσίαν̣
[τ]ο̣ύ̣του ὑπεναντίου μήτε γράψαι μηδὲν μήτε εἰπεῖν μήτε [προ]-
[βα]λ̣έ̣σ̣θ̣αι πρεσβευτὴν ἄλλον ἢ πρεσβεύειν τινὰ ἐπὶ προσκαί̣ρ̣ω̣[ι]
[τι]ν̣ὶ̣ ὑ̣πεναντί<α> τοῖς προεψ̣ηφισμένοις περιέχοντι ψηφίσ[ματι]
[μήτε ἐ]μ̣ποδίσαι τὴν πρεσβήαν ἢ ποιῆσαί τι μαχόμενον τῷ ν̣[ομο]-
45 [θετηθέντι ψ]ηφίσματι κατὰ μηδένα τρόπον· πρεσβεύ<ε>ιν δὲ̣ π̣α̣[․]
[․․․․․․ τοὺ]ς̣ ἐπανγειλαμένους ἐνγράφως περὶ τούτων Ι̣[․․]
[— c.10 — τῶι] ν̣ενομοθετημένωι εἰς τὸν αἰῶνα ψηφίσ̣-
[ματι — c. 11 —]τ̣ου μήτε περιαιροῦντας μήτε προσγρ̣[ά]-
[φοντας ἄλλο τι ἢ τὸ ὄνομ]α̣ τοῦ προε{Ε}στῶτος {²⁶προεστῶτος}²⁶ τῆς ἡγεμονίας Σ[ε]-
50 [βαστοῦ Καίσαρος καὶ ἐπιγρ]ά̣φ̣ο̣ν̣τα̣ς ἐπὶ τέλει τὰ τῶν πρεσβευ-
[τῶν ὀνόματα — c.11 — ․․]τ̣οις δὲ ἐξ ἐπανγελίας μ̣[․]-
[— — — — — — — — — — — — — — —] κατορθωσα[․․]
[— — — — — — — — — — — — — — — —]ο̣ς τὰ̣ς ε̣[․․]-
[— — — — — — — — — — — — — — — — —]ΝΟ[․]
[— — — — — — — — — — — — — — — — — — —]
                                    {²lacuna of ca. 76 lines}²
        
frg. B [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — —]ΙΙΝΙΚ̣Ε̣ΙΝϹ̣ΟϹ̣
[— — — — — — — — — — — — — — — — — — — —]Α̣ΙϹ μὲν αὐτοῖς, ἀξίας δὲ
[— — — — — — — — — — — — — — — — — μ]α̣ρ̣τυρίας ἠξιώθη φίλος καὶ σύμ-
[μαχος γενέσθαι καὶ λαβεῖν τὴν διὰ τῶν τῆς] συνκλήτου δογμάτων κριθεῖσ-
5 [αν ἐλευθερίαν κ]α̣ὶ τοὺς νόμους μετὰ τῆς πόλεως καὶ χώρας καὶ
[πάντων τῶ]ν φιλανθρώπων, ἃ διὰ τῶν δογμάτων καὶ ἀποκριμάτων
[τῶν] α̣ὐ̣τοκρατόρων δηλοῦτα<ι>· ἀνανκαιότατον δέ ἐστιν μηδένα και-
ρὸν παραλείπειν ὑπομιμνῄσκοντας καθ’ ἕκαστα περὶ τῶν ἡμετέρων
δικαίων, ὅπως ἄθραυστα καὶ σῷα πάνθ’ ἡμεῖν φυλάσσηται ὑπὸ τῶν τῆς
10 ἡγεμονίας προεστώτων· δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ ᾑρῆσθαι πρεσ-
βήαν ἥτις ἀφικομένη πρὸς τὸν αὐτοκράτορα θεὸν Σεβαστὸν Καίσαρα
ἀσπάσεταί τε αὐτὸν παρὰ τῆς πόλεως καὶ συνησθεῖσα ἐπὶ τῷ ἐρρῶσθαι αὐ-
τὸν πανοίκιον καὶ τὰ πράγματα αὐτῷ τε καὶ τῷ δήμῳ τῷ Ῥωμαίων κατὰ
τὸ κράτιστον χωρεῖν, παραθεμένη τὰ τῆς πόλεως δίκαια πάντα αὐτῷ τε καὶ
15 τῇ ἱερᾷ συνκλήτῳ δεήσεται μετὰ πάσης ἐντεύξεως καὶ ἱκεσίας τήν τε ἐλε[υ]-
θερίαν ἡμεῖν καὶ τοὺς νόμους καὶ τὴν πόλιν καὶ τὴν χώραν καὶ τἆλλα φιλάνθρω-
πα πάντα, ἃ οἵ τε πρόγονοι ἡμῶν καὶ ἡμεῖς λαβόντες παρ’ αὐτῶν ἔσχομεν,
ταῦθ’ ἡμεῖν φυλάξαι, ἵν’ οἱ πάντοτε καὶ ἀδιαλείπτως τὴν πρὸς Ῥωμαίους εὔ̣-
νοιαν καὶ πίστιν φυλάξαντες πάντοτε τῆς ἐξ αὐτῶν διὰ ταῦτα χάριτος ἀπο-
20 λάωμεν· ἡιρέθησαν πρεσβευταὶ γνησιώτατα προθυμηθέντες ὑπὲρ τῆς πα-
τρίδος· v ὁ πρεσβευτικὸς διὰ τοῦ χρηματισμοῦ ἐσόμενος ὅρκος· vacat
                                                            vacat
22 ὁ δεῖνα τοῦ δεῖνος ἐχρημάτισεν ἐπὶ τῶν κατὰ τὴν συνεδρήαν ἀρχόντων ἐπαν-
γελλόμενος πρεσβεύειν ἐπὶ τὸν Σεβαστὸν καὶ τὴν σύνκλητον ὑπέρ τε τῆς ἐλε[υ]-
θερίας τῆς πόλεως τῆς Μαρωνειτῶν καὶ τῶν φιλανθρώπων αὐτῆς ἁπάντων κ[αθὼς]
25 τὰ γραφέντα περὶ τούτων ψηφίσματα ἐν ταῖς τρισὶ στήλαις περιέχει, ἀγων̣[ιζόμε]-
νος παντὶ σθέν<ε>ι καὶ μήτε παραπρεσβεύων μηδὲν μήτε καθυφειέμ̣[ενος μήτε δω]-
ροδοκούμενος ὑπὸ μηδενὸς τρόπῳ μηδενί, καὶ ἐπόμνυμι τὸν θεὸν [Σεβαστὸν]
Καίσαρα καὶ Τιβέριον Καίσαρα θεὸν Σεβαστὸν καὶ Τιβέριον Κλαύδιον Καί̣[σαρα Σεβασ]-
τὸν Γε[ρ]μανικὸν καὶ τὴν ἱερὰν σύνκλητον καὶ τοὺς ἄλλους θεοὺς ἅ̣[παντας συν]-
30 τηρήσειν τὰ προγεγραμμένα πάντα, εὐορκο%⁸⁰%⁸⁰ῦντι μέν μοι εὖ̣ [εἴη, ἐπιορκοῦντι δὲ τὰ ἐναν]-
τία· ὅρκος ὀμοσθησόμενος ὑπὸ πάντων· vacat
ὀμνύω τοὺς θεοὺς πάντας καὶ πάσ̣[α]ς̣ καὶ τὸν θεὸν Σεβ̣α̣[στὸν Καίσαρα καὶ Τιβέριον Καίσα]-
ρα θεὸν Σεβαστὸν καὶ Τιβέριον Κλαύδ%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰ιον Καίσαρα̣ [Σεβαστὸν Γερμανικὸν καὶ]
τὴν ἱερὰν σύνκλητον πάντα πο̣%⁸⁰%⁸⁰ι̣ήσει̣%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰ν παντὶ σ̣[θένει ἀγωνιζόμενος — c.10 —]
35 ὑπὲρ τῆς ἐλευθερίας τ̣ῆς πα{Τ}%⁸⁰%⁸⁰%⁸⁰τ̣ρίδος {²⁶πατρίδος}²⁶ vvvv καὶ vv ἁ̣[πάντων — c.10 — τῶν φιλανθρώπων]
ἃ παρὰ τῆς συνκλήτου καὶ το%⁸⁰%⁸⁰%⁸⁰ῦ δή̣μο̣υ τ̣[οῦ Ῥωμαίων καὶ τῶν αὐτοκρατόρων — c.6 — ἐλάβο]-
μεν καὶ μήτε πρεσβείαν ἐπὶ το̣%⁸⁰ύ̣του̣ς̣ ποήσειν — — — — c.36 — — — — μήτε γράψαι ὑπεναντίου τῶν]
κ̣οινῶν μηδὲν τρόπῳ μηδενὶ̣ μήτε εἰπεῖν μ̣[ήτε ποιῆσαι μηδὲν — — — — c.31 — — — — ἐπὶ]
καταλύσεως ἢ ἀναιρέσ̣εω̣ς̣ ἢ ἀκ̣υρώσε̣ω̣[ς — — — — — —· εὐορκοῦντι μέν μοι εὖ εἴη, ἐπι]-
40 ορκοῦντι δὲ ἐξώλεια καὶ παν[ώλεια μέχρι πάσης διαδοχῆς].
                  vacat
Search Help
Contact Us