Two decrees of Maroneia, issued during the reign of Claudius, concerning
embassies sent to the emperor. Two fragments of a stele of Thasian
marble with crown molding and akroteria, found in the Sanctuary of the
Great Gods on Samothrace.
[ ]
Thrace — Maroneia [found on Samothrace] — 41/42 or 46 AD — Chiron 33 (2003) 379-417 — cf. Chiron 34 (2004) 145-148
See also:
| frg. A.1 | γνώμῃ βουλευτῶν καὶ ἱερέων καὶ ἀρχόντων καὶ Ῥωμαίω̣[ν τῶν vvv] |
| [τ]ὴν πόλιν κατοικούντων καὶ τῶν λοιπῶν πολειτῶν ἁπά[ντων· vvv] | |
| [ἔ]δ̣οξεν τῆι βουλῆι· ἐπεὶ ὁ ἐπιφανέστατος θεὸς τοῦ κόσμ[ου καὶ vvv] | |
| [κ]τίστης νέων ἀγαθῶν ἅπασιν ἀνθρώποις Τιβέριος Κλαύδιος Καῖσ[αρ Σεβα]- | |
| 5 | στὸς Γερμανικός, πρε<σ>βευσάντων ἡμῶν ἐπ’ αὐτὸν καὶ δηλωσάντω[ν τὴν] |
| τῆς πόλεως πρὸς τὸν δῆμον τὸν Ῥωμαίων ὑπόστασιν καὶ τὰς τ̣ύ̣χας [τὰς πρό]- | |
| [τε]ρ̣ον, ἃς ὑπέμεινεν ὁ Μαρωνειτῶν δῆμος διὰ τὴν πρὸς Ῥωμαίου[ς φιλί]- | |
| αν, εὐθέως ἅμα τ<ῇ> τῆς ἡγεμονίας αὐτῶν συνστάσει φίλος καὶ σ[ύμμαχος γε]- | |
| νόμενος καί, μετὰ ταῦτα, ὑπομείνας ἐπιδεῖν κατασκαφὴν μὲ[ν τῆς ἑξηκον]- | |
| 10 | τασταδίου τὸ περίμετρον πόλεως, τέκνων δὲ ἀπολήας καὶ λε[ηλασίαν] |
| [κ]αὶ αἰχμαλωσίαν καὶ τὰς ἄλλας τὰς κατὰ μέρος συμφοράς, ἵνα μη[δὲν τῶν πρὸς] | |
| Ῥωμαίους θραύσῃ δικαίων, ἀνθ’ ὧν σύμμαχος μὲν καὶ φίλος ὑπὸ [τῆς συνκλή]- | |
| του διὰ τῶν δογμάτων καὶ ἐνσύνθηκος καὶ ἔνσπονδος ἐκρίθη, ἐλ̣ε̣υ̣θε[ρίαν δὲ καὶ νό]- | |
| μους μετὰ τῶν ἄλλων φιλανθρώπων ἔλαβε, ἃ δεδήλωται ὑπὸ τῆ[ς συνκλή]- | |
| 15 | του διὰ τῶν δογμάτων καὶ ὑπὸ τῶν αὐτοκρατόρων διὰ τῶν ἀποκριμάτ[ων, ἀπεκρίνα]- |
| το ὡς τὴν τοιαύτην πόλιν ἄξιόν ἐστι αἰωνίῳ χάριτι κεκοσμῆσθαι, μ[ηδενὸς] | |
| τῶν δεδομένων αὐτῇ φιλανθρώπων ἐλασσουμένου, δι’ ἃ δὴ ἀποκατ[έστησε] | |
| αὐτὴν εἰς τὸ ἀρχαῖον δίκαιον, ἐπιβεβαιώσας τήν τε ἐλ[ευθερί]- | |
| αν καὶ τὰ φιλάνθρωπα πάντα, ὑποσχόμενος {χόμενος} [διὰ] | |
| 20 | ἀποκρίματος πρέπουσαν καὶ δυνατὴν τηλικούτῳ θεῷ ὑπό- |
| σχεσιν καὶ εἰς τὸ λοιπὸν ἀνεπηρεάστους ἡμᾶς διαφυλα- | |
| χθῆναι· ἀνανκαιότατον δέ ἐστιν καὶ ἡμᾶς πᾶσαν εἰσενένκασ- | |
| θαι φροντίδα ὑπὲρ τοῦ μήτε νῦν μήτε ἄλλοτέ ποτε, λαθόντων | |
| τῶν τῆς πόλεως δικαίων, συνβῆναι κατὰ μηδένα τρόπον ἐλασ<σ>ω- | |
| 25 | θῆναι ἡμῶν τὴν ἐλευθερίαν καὶ τὰ φιλάνθρωπα, ἔσται τούτῳ, ἐὰν χά- |
| ριν τούτων καὶ διὰ ψηφίσμα<τ>ος αἰωνίου νομο<θετη>θέντος ἡ ἐπὶ τοὺς Σεβα- | |
| στοὺς πρεσβήα κατὰ {τα} πάντα καιρὸν ἑτοίμη ὑπάρχῃ, μηδενὸς ἐνοχ- | |
| λῆσαι τρόπου δυναμένου τοῖς βουλομένοις ἀναλαβεῖν τὸν ὑπὲρ τῆς πατ<ρί>- | |
| δος ἀγῶνα· δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ γεγράφθαι καὶ κεκυρῶσθαι ψή- | |
| 30 | φισμα ὑπὲρ τῆς τοιαύτης πρεσβείας τὸ ἐπὶ τέλει τοῦ ψηφίσματος |
| [γ]εγραμένον {²⁶γεγραμμένον}²⁶ καὶ εἶναι προησφαλισμένον εἰς τὸν ἅπαντα χρόνον, ἵνα, | |
| ἐάν τις καταλάβηι και<ρ>ὸς χρείας τῆς τοιαύτης πρεσβήας, θραυομένο[υ] | |
| τινὸς τῶν τῆς ἐλευθερίας ἡμῶν ἢ τῶν λοιπῶν φιλανθρώπων κα[θ’ ὁν]- | |
| τιναοῦν τρόπον, ἔχωσιν ἐξουσίαν πάντες οἱ βουλόμενοι διὰ χρηματ[ισ]- | |
| 35 | μοῦ ἐπιγράψαι ἑαυτοὺς τῷ ψηφίσματι πρεσβευτάς, ὀμόσαντες τὸν [ὑ]- |
| πογεγραμένον τῷδε τῷ ψηφίσματι ὅρκον {ἐπιγράψαι} | |
| vacat | |
| 37 | {․․ ἑαυτοὺς πρεσβευτὰς} καὶ σφραγι<σ>άμενοι τὸ ψή<φισμα> σφραγεῖδι |
| [ἐ]χούσῃ πρόσωπον Διονύσου, ὃ ἂν αὐτοὶ βουληθῶσιν, οἱ κατεστάμενοι ᾧδ[ε] | |
| [πρ]εσβευταὶ κατὰ τὸ ψήφισμα ἐπὶ τὸν προεστῶτα τῆς ἡγεμονίας | |
| 40 | αὐτοκράτορα θεὸν Σεβαστὸν Καίσαρα, μηδενὸς ἔχοντος ἐξουσίαν |
| [τ]ούτου ὑπεναντίου μήτε γράψαι μηδὲν μήτε εἰπεῖν μήτε vv | |
| [ἑ]λέσθαι πρεσβευτὴν ἄλλον ἢ πρεσβεύειν τινὰ ἐπὶ προσκαίρω[ι] | |
| [τι]νὶ ὑπεναντί<α> τοῖς προεψηφισμένοις περιέχοντι ψηφίσ[ματι] | |
| [μήτε ἐ]μποδίσαι τὴν πρεσβήαν ἢ ποιῆσαί τι μαχόμενον τῷ ν[ομο]- | |
| 45 | [θετηθέντι ψ]ηφίσματι κατὰ μηδένα τρόπον· πρεσβεύ<ε>ιν δὲ π̣[ά]- |
| [ντας τοὺ]ς ἐπανγειλαμένους ἐνγράφως περὶ τούτων κ̣[αὶ] | |
| [ἐπιγραψαμένους] τῶι νενομοθετημένωι εἰς τὸν αἰῶνα ψηφίσ- | |
| [ματι ὑπὲρ τῆς πατρίδος], μήτε περιαιροῦντας μήτε προσγρ[ά]- | |
| [φοντας ἄλλο ὄνομα εἰ μ]ὴ τοῦ προεστῶτος τῆς ἡγεμονίας, ἐ[πὶ] | |
| 50 | [τούτοις δὲ ἐπι]γ̣ρ̣ά̣φ̣οντας ἐπὶ τέλει τὰ τῶν πρεσβεύ- |
| [ειν προθυμηθέντων ὀνόματα]· τοῖς δὲ ἐξ ἐπανγελίας μ[․] | |
| [— — — — — — — — — — — — — — —] κατορθωσα[․․] | |
| [— — — — — — — — — — — — — — — —]ος τὰς ε[․․] | |
| [— — — — — — — — — — — — — — — — —]ΝΟ[․․․․] | |
| [— — — — — — — — — — — — — — — — — — — — —] | |
| frg. B | [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |
| [— — — — — — — — — — — — — — — — — — — — — — — —]ΙΙΝΙΚΕΙΝϹ̣ΟϹ̣ | |
| [— — — — — — — — — — — — — — — — — — — — —]Ν̣Ϲ̣ΜΕΝ αὐτοῖς, ἀξίας δὲ | |
| [— — — — — — — — — — — — — — — — — — μ]αρτυρίας ἠξιώθη φίλος καὶ σύμ- | |
| [μαχος γενέσθαι καὶ λαβεῖν τὴν διὰ τῶν τῆς] συνκλήτου δογμάτων κριθεῖσ- | |
| [αν ἐλευθερίαν κ]αὶ τοὺς νόμους μετὰ τῆς πόλεως καὶ χώρας καὶ | |
| 5 | [πάντων τῶ]ν φιλανθρώπων, ἃ διὰ τῶν δογμάτων καὶ ἀποκριμάτων vv |
| [τῶν] αὐτοκρατόρων δηλοῦτα<ι>· ἀνανκαιότατον δέ ἐστιν μηδένα και- | |
| ρ̣ὸν πα̣ρ̣αλείπειν ὑπομιμνήσκοντας καθ’ ἕκαστα περὶ τῶν ἡμετέρων | |
| δικαίων, ὅπως ἄθραυστα καὶ σῷα πάνθ’ ἡμεῖν φυλάσσηται ὑπὸ τῶν τῆς | |
| ἡγεμονίας προεστώτων· δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ ᾑρῆσθαι πρεσ- | |
| 10 | βήαν, ἥτις, ἀφικομένη πρὸς τὸν αὐτοκράτορα θεὸν Σεβαστὸν Καίσαρα, |
| ἀσπάσεταί τε αὐτὸν παρὰ τῆς πόλεως καί, συνησθεῖσα ἐπὶ τῷ ἐρρῶσθαι αὐ%⁸⁰- | |
| τὸν πανοίκιον καὶ τὰ πράγματα αὐτῷ τε καὶ τῷ δήμῳ τῷ Ῥωμαίων κατὰ | |
| τὸ κράτιστον χωρεῖν, παραθεμένη τὰ τῆς πόλεως δίκαια πάντα αὐτῷ τε καὶ v | |
| τῇ ἱερᾷ συνκλήτῳ, δεήσεται μετὰ πάσης ἐντεύξεως καὶ ἱκεσίας τήν τε ἐλε[υ]- | |
| 15 | θερίαν ἡμεῖν καὶ τοὺς νόμους καὶ τὴν πόλιν καὶ τὴν χώραν καὶ τἄλλα φιλάνθρω- |
| πα πάντα, ἃ οἵ τε πρόγονοι ἡμῶν καὶ ἡμεῖς λαβόντες παρ’ αὐτῶν ἔσχομεν, | |
| ταῦθ’ ἡμεῖν φυλάξαι, ἵν’ οἱ πάντοτε καὶ ἀδιαλείπτως τὴν πρὸς Ῥωμαίους εὔ- | |
| νοιαν καὶ πίστιν φυλάξαντες πάντοτε τῆς ἐξ αὐτῶν διὰ ταῦτα χάριτος ἀπο- | |
| λάωμεν. ᾑρέθησαν πρεσβευταὶ γνησιώτατα προθυμηθέντες ὑπὲρ τῆς πα- | |
| 20 | τρίδος· vv ὁ πρεσβευτικὸς διὰ τοῦ χρηματισμοῦ ἐσόμενος ὅρκος· vacat |
| vacat | |
| 22 | ὁ δεῖνα τοῦ δεῖνος ἐχρημάτισεν ἐπὶ τῶν κατὰ τὴν συνεδρήαν ἀρχόντων ἐπαν̣- |
| γελλόμενος πρεσβεύειν ἐπὶ τὸν Σεβαστὸν καὶ τὴν σύνκλητον ὑπέρ τε τῆς ἐλε̣[υ]%⁸⁰- | |
| θερίας τῆς πόλεως τῆς Μαρωνειτῶν καὶ τῶν φιλανθρώπων αὐτῆς ἁπάντων, κ[αθὼς] | |
| 25 | τὰ γραφέντα περὶ τούτων ψηφίσματα ἐν ταῖς τρισὶ στήλαις περιέχει, ἀγω[νιζόμε]- |
| νος παντὶ σθέν<ε>ι καὶ μήτε παραπρεσβεύων μηδὲν μήτε καθυφειέμ̣[ενος μήτε δω]- | |
| ροδοκούμενος ὑπὸ μηδενὸς τρόπῳ μηδενί· καὶ ἐπόμνυμι τὸν θεὸν̣ [Σεβαστὸν] | |
| Καίσα̣ρα καὶ Τιβέριον Καίσαρα θεὸν Σεβαστὸν καὶ Τιβέριον Κλαύδιον Καί[σαρα Σεβασ]- | |
| τὸν Γερ̣μανικὸν καὶ τὴν ἱερὰν σύνκλητον καὶ τοὺς ἄλλους θεοὺς ἅ[παντας συν]- | |
| 30 | τηρήσειν τὰ προγεγραμμένα πάντα· εὐορκο%⁸⁰%⁸⁰ῦντι μέν μοι εὖ [εἴη, ἐπιορκοῦντι δὲ τὰ ἐναν]- |
| τία· ὅρκος ὀμοσθησόμενος ὑπὸ πάντων· vacat | |
| ὀμνύω τοὺς θεοὺς πάντας καὶ πάσ[ας] καὶ τὸν θεὸν Σεβα[στὸν Καίσαρα καὶ Τιβέριον Καίσα]- | |
| ρα θεὸν Σεβαστὸν καὶ Τιβέριον Κλαύδ%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰ιον Καίσαρ[α Σεβαστὸν Γερμανικὸν καὶ vvvvv] | |
| τὴν ἱερὰν σύνκλητον πάντα π̣[ο]ι̣ήσει%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰ν παντὶ σ[θένει ἀγωνιζόμενος κατὰ τὸ ψήφισμα] | |
| 35 | ὑπὲρ τῆς ἐλευθερίας τῆς πα%⁸⁰%⁸⁰%⁸⁰τ̣ρίδος̣ vvvv καὶ vv [πάντων τῶν λοιπῶν φιλανθρώπων], |
| ἃ παρὰ τῆς συνκλήτου καὶ το%⁸⁰%⁸⁰%⁸⁰ῦ δήμου [τοῦ Ῥωμαίων καὶ τῶν Σεβαστῶν αὐτοκρατόρων ἐλάβο]- | |
| μεν, καὶ μήτε πρεσβείαν ἐπ<ὶ> το%⁸⁰%⁸⁰%⁸⁰ύτοι̣ς̣ vvvvvv Π̣Ο[․5-6․․ μηδενὸς ἔχοντος ἐξουσίαν περὶ τῶν] | |
| κοινῶν μηδὲν τρόπῳ μηδενὶ μήτε εἰπεῖν μ[ήτε γράψαί τι μαχόμενον τῷ νομοθετηθέντι {²⁷τῷ ψηφίσματι}²⁷ ἐπὶ] | |
| καταλύσεως ἢ ἀναιρέσεως ἢ ἀκυρ%⁸⁰%⁸⁰ώσεω̣[ς τῶν ἐψηφισμένων· εὐορκοῦντι μέν μοι εὖ εἴη, ἐπι]- | |
| 40 | ορκοῦντι δὲ ἐξώλεια καὶ παν[ώλεια μέχρι πάσης διαδοχῆς]. |
| vacat |