[ ]
Cyrenaica — Cyrene — 1st/2nd c. AD — QAL 4 (1961) 38, 17
1 | εἰμὶ μὲν Ἡφαιστοῦτος θυ- |
γάτηρ Ἀκρισίου δὲ πατρός, | |
λέγομαι δὲ Παρησία· νήπι- | |
ον εἰς Ἀΐδαο πύλας κατε- | |
5 | λήλυθα, οὐδὲ τέταρτον |
ἔτος πλῆρες εἶδον γλυ- | |
κερὸν φάος ἠελίοιο· | |
οὐ καλύβοις ἐπ’ ἐμοῖς | |
ἱλαρὸν· κρότον εὔρυθμον | |
10 | εἶδον, οὐ λιγὺς αὐλὸς ἐ- |
μαῖς ἐν παστάσι θροῦν ἐδό- | |
νησεν, οὐκ {²⁶οὐχ}²⁶ ὑμέναιος κω- | |
μάζων ἔκρεκεν Μουσῶν | |
μέλος ἡδύ· ἀλλά με τὴν ἀ- | |
15 | δαῆ παῖδα σειγῆς τόπος |
ἔσχεν, γράμμασιν ἐν στή- | |
λῃ λαλέουσαν ἐμὸν γέ- | |
νος, οὐκέτι φωνῇ. |