[ ] Cyrenaica — Cyrene — ca. 1st/2nd c. AD — QAL 4 (1961) 39, 18
1 Ἡφαιστοῦτος θυγά-
τηρ γενόμαν Ἀγα-
θανγέλο#⁹⁰¹υ δ’ ἀνδρός, {²palma}²
ἣν πάντες σεμνὴν
5 γεινώσκουσιν, λέγομαι
δὲ Παρησία· πολλῶν πρα-
γματιῶν μέτοχος γενό-
μαν πιστὴ κατὰ πάντα·
οὕνεκά μοι πόσις ἔνθα βρα-
10 βεῖον ἔθηκεν σημαίνων
πάσης ἀρετῆς στέφανόν
με λαβοῦσαν, πάντων γὰρ
χάριν ἔσχον ἐγὼ νείκης
τὸ βραβεῖον· καὶ γὰρ χορεί-
15 αις ταῖς ἐμαῖς δ’ ἐν παστά-
σιν ἐν καλύ̣[β]οισιν ἐμοῖς
ἱλαρὸν κρότον εὔρυθμον
εἶδον καὶ λιγὺς αὐλὸς ἐμαῖς
ἐν παστάσι θροῦ̣[ν] ἐδόνησεν
20 κωμάζων δ̣’ ὑμέναιος ἀπή-
χησεν μέλος ἡδύ· ἑξηκον-
ταέτης δὲ πλέον κατελή-
{λη}λυθον {²⁶κατελήλυθον}²⁶ εἰς <Ἀ>ΐδαο, καὶ νῦν
ἡ πανάριστος ἀσύνκρι-
25 τος ἡ περὶ πάντα κ̣ε̣ῖμαι
σ<ι>ωπήσασα, διὰ στήλης
δὲ λέγουσα. ❦ τίς, πόθεν,
ἡ στήλη δὲ λαλεῖ, τὸ δ’ ἐ-
μὸν στόμα σειγᾷ.
Search Help
Contact Us