Dedication to the emperor Tiberius by the priest Adrastos. Statue base.
[ ]
Kypros — Lapethos (Lampousa) — 29/30 AD — LBW 3.2773 — OGIS 2.583
| 1 | Τιβερίωι Καίσαρι Σεβαστῶι θεῶι θεοῦ Σεβαστοῦ υἱῶι, |
| Αὐτοκράτορι, ἀρχιερεῖ μεγίστωι, δημαρχικῆς ἐξουσίας | |
| τὸ λα, ἐπὶ Λευκίου Ἀξίου Νάσονος ἀνθυπάτου καὶ Μάρκου | |
| Ἐτρειλίου Λουπέρκου πρεσβευτοῦ καὶ Γαίου Φλαβίου Φίγλου ταμία {ι}, | |
| 5 | Ἄδραστος Ἀδράστου φιλόκαισαρ, ὁ ἐνγενικὸς ἱερεὺς τοῦ |
| ἐν τῷ γυμνασίωι κατεσκευασμένου ὑπὸ αὐτοῦ ἐκ τοῦ ἰδίου | |
| Τιβερίου Καίσαρος Σεβαστοῦ ναοῦ καὶ ἀγάλματος, ὁ φιλόπατρις | |
| καὶ πανάρετος, καὶ δωρεὰν καὶ αὐθαίρετος γυμνασίαρχος καὶ | |
| ἱερεὺς τῶν ἐν γυμνασίωι θεῶν κατεσκεύασεν τὸν ναὸν καὶ | |
| 10 | τὸ ἄγαλμα ἰδίοις ἀναλώμασιν τῶι α<ὐ>τοῦ θεῶι, ἐφηβαρχοῦντος |
| Διονυσίου τοῦ Διονυσίου τοῦ καὶ Ἀπολλοδότου φιλοκαίσαρος. | |
| Ἄδραστος Ἀδράστου φιλόκαισαρ καθιέρωσεν συνκαθιεροῦντος | |
| καὶ τοῦ υἱοῦ αὐτοῦ Ἀδράστου φιλοκαίσαρος, τοῦ καὶ αὐτοῦ δωρεὰν | |
| καὶ αὐθαιρέτου γυμνασιάρχου τῶν παίδων, τῆι γενεσίωι | |
| 15 | Τιβερίου, |
| (ἔτους) ιϛ, Ἀπογονικοῦ κδ. |