[ ]
Aeg. Isl. — Paros — ca. 200-150 BC (after 188 BC?) — Pepragmena 3rd Diethnous Kret. Synedriou I (1973) 199-205
See also:
| 1 | ἔδοξεν τῇ βουλῇ καὶ τῷ δήμῳ· Ἐπιάναξ Ἐπιάνακτος εἶπεν· ὑπὲρ ὧν |
| προεγράψαντο οἱ ἄρχοντες ὅπως Τιμησιφῶν Ἐπιάνακτος, ὁ πρεσβεύσας εἰς | |
| Κρήτην τρὶς περὶ τῆς τῶν δανείων ἀποδόσεως, ὧν ὤφειλεν ἡ πόλις, ἐπαινεθῇ | |
| καὶ τιμηθῇ καὶ στεφανωθῇ καθότι ἂν τῇ βουλῇ καὶ τῷ δήμῳ δόξῃ· | |
| 5 | ἐπειδὴ Τιμησιφῶν Ἐπιάνακτος ἀνὴρ ἀγαθὸς ὢν καὶ πατροπαράδοτον διὰ προ- |
| γόνων παραλαβὼν τὴν πρὸς τὸν δῆμον εὔνοιαν διὰ παντὸς τοῦ βίου | |
| ταύτην αὔξων διατετέλεκεν καὶ λέγων καὶ πράττων ἐν παντὶ καιρῷ τὰ | |
| συμφέροντα τῇ πόλει, διακείμενός τε εὐσεβῶς μὲν πρὸς τοὺς θεούς, φιλ[ο]- | |
| στόργως δὲ πρὸς τὴν πατρίδα, φιλαγάθως δὲ πρὸς τοὺς πολίτας ἔν τε ταῖς | |
| 10 | ἐπιμελείαις καὶ λειτουργίαις καὶ ἱερωσύναις καὶ ἀρχαῖς ταῖς ἐπισημοτά- |
| ταις ὑγιῶς ἀνέστραπται καὶ ὁσίως καὶ δικαίως καὶ φιλαγάθως πρεσβεί- | |
| [ας ἀναδεξάμενος ἐν τ]οῖς ἀναγκαιοτάτοις καιροῖς καὶ περὶ τῶν μεγίστων | |
| [τῇ πόλει συμφερόντων ․․․․․․ δια]τε[τ]έλεκεν [․․․․․․․․․․․․․․․․․․] | |
| [— — — — — — — — — — — — — — κ]ατηργάσατο πρὸς ιε[․․]σ[․․․․․․․] | |
| 15 | [— — — — — — — — — — — — — — — π]ρὸς αὐτοὺς πρεσβείας ἀδιαλείπτως |
| [— — — — — — — — — — — — — — οὔτε κ]ίνδυνον οὔτε δαπάνην οὔτε τὴ#⁷ | |
| [κακοπαθίαν οὐδαμῶς πρὸ — ἢ ὑφ]ορώμενος τὴν δὲ περὶ τὰ κοινὰ φιλο- | |
| [τιμίαν — — — — — — — — — — —]οι πᾶσαν εἰσφερόμενος προσκαρτε- | |
| [ρίαν — — — — — — — — — — — —] τῆς πόλεως εὐνοίᾳ καὶ πατρωνεί- | |
| 20 | [ᾳ — — — — — — — — — — — — —] ἀεί τινος ἀγαθοῦ παραίτιος γινόμε- |
| [νος — — — — — — — — — — —]οντων κατεπράξατο καὶ τὰς καθωσιωμέ- | |
| [νας — — — — — — — — — — — —]ους, ἔσπευσεν διαφυλαχθῆναι βεβαίους | |
| [— — — — — — — — — — — — — —] καὶ πλό[α]ς ἀναδεξάμενος [ὑ]περοηγ- | |
| [— — — — — — — — — — — — —] τοὺς ἀγαθοὺς ἄνδρας ․․․․․․․․․․․․․ | |
| 25 | [— — — — — — — — — — — — — — — — — —]γικὸν οιο․․․․․․․․․․․․․ |