[ ]
Att. — 106/5
| 1 | θεο[ί]. |
| ἀγαθῇ τύχῃ· ἐπὶ Ἀγαθοκλέους ἄρχον[τ]ο[ς] ἐπὶ τῆς Αἰαντίδος τρίτης πρυτ[αν]είας, ᾗ Εὐκλῆς Ξενάνδ[ρου Αἰθαλίδης] | |
| ἐγραμμάτευεν· Βοηδρομιῶνος τετράδι ἐ[πὶ] δέκα, τετάρτῃ καὶ δεκάτῃ τῆς π[ρυτ]ανείας· ἐκκλησία κυρία [ἐν τῶι θεάτρωι· τῶν] | |
| προέδρων ἐπεψήφιζεν Ἀπελλῆς Δημοφῶντο[ς] Ἀγγελῆθεν καὶ συνπρόεδροι· vv ἔδοξεν τῶι δήμωι· vacat | |
| 5 | Θεόδοτος Διοδώρου Σουνιεὺς εἶπεν· v ἐπειδὴ οἱ ἔφηβοι οἱ ἐπὶ Ἀριστάρχου ἄρχοντος θύσαντες ταῖς ἐγγραφαῖ[ς τ]ὰ εἰ[σιτ]ητήρια ἐν [τῶι] |
| πρυτανείωι ἐπὶ τῆς κοινῆς ἑστίας τοῦ δήμου μετά τε τοῦ κοσμητ[ο]ῦ καὶ τῶν ἐξηγητῶν καὶ τοῦ ἱερέως [τ]οῦ τε Δήμου καὶ τῶν Χαρ[ί]- | |
| των κατὰ τὰ ψηφίσματα ἐπόμπευσάν τε τῇ Ἀρτέμ[ιδ]ι τῇ Ἀγροτέρ[ᾳ] [κ]αὶ ἀνή[νε]γκαν τὰ ἀριστεῖα κατὰ τὸ ψήφισμα· ὑπαπήντησαν δὲ καὶ τοῖς | |
| ἱεροῖς ἐν ὅπλοις μέχρι τῆς Ἠχοῦς καὶ προέπεμψα[ν αὐ]τά, ὁμ[οίως δὲ καὶ τ]ὸν Ἴακχον· ἤραντο δὲ καὶ τοὺς βοῦς ἐν Ἐλευσῖνι τῇ θυσίαι καὶ ἀνέ- | |
| θηκαν ἐν τῶι ἱερῷ φιάλην ἀπὸ δραχμῶν ἑκατόν· συνε[τέλ]εσαν δὲ καὶ τὰς λαμπάδας τὰς καθηκούσας ἑαυτοῖς, ἔδ[ρ]αμον δὲ καὶ τὴν λαμπάδα τ[οῖς] | |
| 10 | Ἐπιταφίοις πρὸς τοὺς ἔνους ἐφή[β]ους, οὓς καὶ ἐ[νίκ]ων, ὁμοίως δὲ καὶ τοὺς ἄλλους δρόμους τοὺς ἐπιβάλλοντας ἑαυτοῖς· συνεξήγαγον δὲ καὶ τ[ὴν] |
| Παλλάδα μετὰ τῶν γεννητῶν καὶ πάλιν εἰ[σήγαγ]ον μετὰ πάσης εὐκοσμίας· εἰσήγαγον δὲ καὶ τὸν Διόνυσον ἀπὸ [τ]ῆς ἐσχάρας θύσαντες τῶι θεῶι | |
| [κα]ὶ ἀνέθηκαν φιάλην κατασκευάσαντ[ες τ]ῶι θεῷ ἀπὸ δραχμῶν ἑκατόν, ὁμοίως δὲ καὶ [τ]ῷ ἐν Πειραιεῖ Διονύσῳ θύσαντες ἀνέθηκαν φιάλην ἀπὸ δραχμῶν ἑ- | |
| [κατ]όν· ἔθυσαν δὲ καὶ τοῖς Γαλαξίο[ι]ς τ[ῆι μητ]ρὶ τῶν θεῶν καὶ ἀνέθηκαν φιάλην ἀπὸ δραχμῶν ἑκατὸν ὑπόδειγμα κατ[αλι]πόντες τῆς πρὸς τοὺς θεοὺς εὐσε- | |
| [βε]ίας, ἐφ οἷς καὶ ἐστεφανώθησαν ὑπ[ό τ]ε τῆς βουλῆς καὶ τοῦ δήμου· ἔθυσαν δὲ καὶ τὰς ἄλλας θυσίας καθηκούσας ἑαυ[τ]οῖς, ὁμοίως δὲ καὶ τῷ εὐεργέτει Διογέ- | |
| 15 | [νε]ι· ἐξῆλθον δὲ πλεονάκις καὶ ἐπὶ τὴν χώραν ἐν ὅπλοις εὐτάκτως ἕνεκεν τοῦ παρακολουθεῖν τοῖς ὁρίοις τ[ῆς Ἀτ]τικῆς οὐθένα λυποῦντες τῶν ἐχόντων |
| τὰ χωρία· περιέπλευσα[ν δὲ] καὶ εἰς Μουνιχίαν ἐν ταῖς ἱεραῖς ναυσίν, ὁμοίως δὲ ἔπλευσαν καὶ εἰς Σα[λαμῖν]α καὶ ἐποιήσαντο ἅμιλλαν τῶν πλοίων, ἔδρα- | |
| μον δὲ καὶ μακρὸν δ[ρ]όμον ἐξ ἑαυτῶν πρὸς τοὺς ἐν Σαλαμῖνι καὶ ἐνίκησαν, [καὶ θ]ύσαν[τες] τῷ τε [Αἴαντ]ι καὶ τῷ Ἀσκληπιῷ ἐστεφανώθησαν ἐπὶ τού- | |
| [τ]οις πᾶσιν ὑπὸ τοῦ δήμου τοῦ Σαλαμινίων χρυσῷ στεφάνῳ· ὑπαπήντησαν [δὲ] καὶ τοῖς φίλο[ις καὶ σ]υμμάχοις τοῦ δήμου Ῥωμαίοις μετὰ πάσης εὐτα- | |
| [ξί]ας· διετέλεσαν δὲ πειθόμενοι τοῖς ὑπὸ τῶν στρατηγῶν παραγγελλομένοις· συνετελέ[σ]αντο δὲ καὶ νεωλκίας τῶν ἀφράκτων καὶ ἄλλων πλοίων | |
| 20 | [και]νῶν(?), ὁμο[ί]ως δὲ καὶ καθῆλκον δι ἑαυτῶν μετὰ πάσης εὐκοσμίας· διετέλεσαν δὲ καὶ ὁμ[ο]νοοῦντες τὰ πρὸς ἀλλήλους· ἐγένοντο δὲ καὶ κατήκο- |
| [οι το]ῦ τε κο[σ]μητοῦ καὶ τῶν κατασταθέντων ὑφ ἑαυτοῦ διδασκάλων ποιούμενοι τὰς μελέτας ἐν τοῖς ὅπλοις, καὶ τὴν ἀπόδειξιν ἐποήσαντο ἐν τῷ πα- | |
| ․․․․9․․․․ι τῇ βουλῇ· προσήδρευσαν δὲ καὶ ταῖς ἐκκλησίαις ἐν ὅπλοις· παρεκαθίζανον δὲ καὶ σχ[ο]λαῖς φιλομαθεῖν προαιρούμενοι· ὅπως ἂν οὖν ἥ τε βουλὴ | |
| [καὶ ὁ δῆμο]ς φαίνωνται τιμῶντες τοὺς πειθαρχούντα̣ς τοῖς τε νόμοις καὶ ψηφίσμασιν καὶ τῷ κοσμητεῖ· vv ἀγααθῇ τύχῃ δεδόχθαι τῇ βουλῇ τοὺς λαχόντας | |
| [προέδρ]ους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τῇ βουλῇ, ἐπαινέσαι τοὺς ἐφ[ή]- | |
| 25 | [βου]ς τοὺς ἐπὶ Ἀριστάρχου ἄρχοντος καὶ στεφανῶσαι αὐτοὺς χρυσῷ στεφάνῳ εὐσεβείας ἕνεκα τῆς πρὸς τοὺς θεοὺς καὶ εὐταξίας ἧς ἔχοντες διετέλ[εσα]ν, |
| [κα]ὶ ἀνειπεῖν τὸν στέφανον τοῦτον Διονυσίων τε τῶν ἐν [ἄστ]ει καινοῖς τραγωιδοῖς καὶ Παναθηναίων καὶ Ἐλευσι<νί>ων τοῖς γυμνικοῖς ἀγῶσιν, τῆς δὲ ἀναγορ[εύσ]εως | |
| [τ]οῦ στεφάνου ἐπιμεληθῆναι τοὺς στρατ[ηγοὺς καὶ τὸν τ]αμίαν τῶν στρατιωτικῶν· ἐπαινέσαι δὲ τοὺς διδασκάλους αὐτῶν τόν τε παιδοτρίβην Σπουδία[ν] Ὀῆθεν | |
| [κ]αὶ τὸν ὁπλομάχον Ἡρόδοτον Εἰτε[αῖ]ον καὶ τὸν [ἀκο]ντισ[τὴν] Διονύσιον Ἀζηνιέα καὶ τὸν τοξότην Μενέστρατον Τρικορύσιον καὶ τὸν ἀφέτην Καλλίαν Αἰγ[ιλιέ]α καὶ τὸν | |
| [γρ]αμματέα Καλλιάδην Στειρ[ιέα] καὶ τὸν ὑπηρέτην Ἐπίγονον Πειραιέα καὶ στεφανῶσαι ἕκαστον αὐτῶν θαλλοῦ στεφάνωι. ἀναγράψαι δὲ τόδε τὸ ψήφ[ισμ]α καὶ τὰ ὀνό- | |
| 30 | [ματ]α τῶν ἐφήβων τὸν γραμματέα τὸν κατὰ πρυτανείαν εἰς στήλην λιθίνην καὶ στῆσαι ἐν ἀγορᾶι, εἰς δὲ τὴν ἀναγραφὴν καὶ ποίησιν τῆς στήλης [μερί]σαι τὸν ταμί- |
| [αν] τῶν στρατιωτικῶν τὸ γενόμενον ἀνάλωμα. ἀγα[θῆι] τύχῃ. ἐπὶ Ἀγαθοκλέους ἄρχοντος ἐπὶ τῆς Κεκροπίδος τετά[ρ]της πρυτανείας, ᾗ Εὐκλῆς Ξενάνδρου Αἰθα[λίδη]ς ἐγραμμάτευ- | |
| εν· Πυανοψιῶνος ἕκτῃ ἐπὶ δέκα, πέμπτῃ καὶ δεκάτῃ τῆς πρυτανείας· ἐκκλησία κυρία ἐν τῷ θεάτ[ρ]ῳ· τῶν προέδρων ἐπεψήφιζεν Ἡλιό[δωρο]ς Φιλωνίδου ․․- | |
| ․․․δης καὶ συμπρόεδροι· vv ἔδοξεν τῶι δήμῳ· v Θεόδοτος Διοδώρου Σουνιεὺς εἶπεν· ἐπ[ει]δὴ Εὔδοξος Εὐδόξου Ἀχερδούσιος χει[ροτονηθε]ὶς κοσμη- | |
| [τὴ]ς ἐπὶ τοὺς ἐφήβους εἰς τὸν ἐπὶ Ἀριστάρχου ἄρχοντος ἐνιαυτὸν ἔθυσεν ἐν τῷ πρυτανε[ί]ῳ τὰ εἰσιτητήρια ἐπὶ τῆς κοινῆς ἑστ[ίας τ]οῦ δήμου μετά τε τῶν | |
| 35 | παιδευτῶν καὶ τῶν ἐξηγητῶν ποιησάμενος τὴν εἰς τὰς θυσίας δαπάνην ἐκ τῶν ἰδίων· [ἐ]ποήσατο δὲ καὶ τὴν ἀναστροφὴν [ἐν π]ᾶσιν τοῖς κατὰ τὴν ἀρχὴν κα- |
| λῶς κα[ὶ] δικαίως καὶ διετέλεσεν ἕκαστα πράττων ἀκολούθως τοῖς τε νόμοις καὶ τοῖς ψ[η]φίσμασιν· προενοήθη δὲ καὶ [τῆς τ]ῶν ἐφήβων εὐταξίας ὄντων | |
| τὸν ἀριθμὸν ἑκατὸν καὶ τετταράκοντα, ὧν καὶ τὴν πλείστην σπουδὴν καὶ ἐπιμέλειαν ἐποήσατο τῆς παιδείας αὐ[τῶν κα]ὶ τῆς περὶ τὰ μαθήματα φιλοτιμί- | |
| ας· συ<ν>ετήρησεν δὲ αὐτοὺς καὶ παρ ὅλον τὸν ἐνιαυτὸν ὁμονοοῦντας τὰ πρὸς ἀλλήλους καὶ εὐπειθεῖς κατεσκεύασεν [τοῖς ὑφ] ἑαυτοῦ τε καὶ τῶν στρατηγῶν | |
| παραγγελλομένοις πᾶσιν ἴσως καὶ κηδεμονικῶς προσφερόμενος· ἔθυσεν δὲ καὶ τὰς θυσίας μετ αὐτῶν πά[σας ὑπὲρ] τοῦ δήμου τοῖς θεοῖς καὶ τοῖς εὐερ- | |
| 40 | γέταις ἐν τοῖς καθήκουσιν χρόνοις· ἐποήσατο δὲ καὶ τὰς ἀποδείξεις αὐτῶν ἔν τε τοῖς ὅπλοις καὶ τοῖς περὶ τὰ [ναυ]τικὰ καθάπερ περὶ τούτων προστέτακται· |
| καταπεσόντος δὲ τοῦ περιβόλου τοῦ Διογενείου προενοήθ[η] τῆς ἐπισκευῆς αὐτοῦ ἀναδεξάμ[ενος τὴν εἰς τ]αῦτα δαπάνην ἐκ τῶν ἰδίων· καὶ περὶ πάντων | |
| τῶν κατὰ τὴν ἀρχὴν ἔδωκεν τὰς εὐθύνας ἐν τῷ δικαστ[ηρίω]ι κατὰ τὸν νόμον· ὅθεν διά τε τὰ [εἰρημ]ένα οἱ ἔφηβοι βουλόμενοι κατὰ τὸ καθῆκον ἀπονέ- | |
| μειν αὐτῶι καταξίας χάριτας ἐστεφάνωσαν αὐτὸν καὶ πρ[οαι]ρούμενοι ἀναστῆσαι αὐτοῦ εἰκ[όν]α παρακαλοῦσιν ἐπιχωρῆσαι τόπον εἰς τὴν ἀνάθεσιν· ἵνα | |
| οὖν καὶ ἡ βουλὴ καὶ ὁ δῆμος φαίνωνται τοὺς ἀνεστραμμέν[ους] ἐν ταῖς ἀρχαῖς καλῶς καὶ ἀπὸ παντὸς τοῦ βελτίστου καὶ ἀδωροδοκήτως τῆς προσηκούσης | |
| 45 | τιμῆς ἀξιοῦντες καὶ πᾶσιν ἐφάμιλλον ᾖ τοῖς ἐπὶ ταύτην τὴν ἀρχὴν καθισταμένοις δικαίως καὶ [τ]ὸν αὐτὸν τρόπον διεξάγειν, ἀγαθῇ τύχῃ δεδόχθαι τῇ βουλῇ |
| τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τού[των, γ]νώμην δ[ὲ ξ]υμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τῆι βουλῇ, ἐπαι- | |
| νέσαι τὸν κοσμητὴν τῶν ἐφήβων τῶν ἐπὶ Ἀριστ̣άρχου ἄρχοντος Εὔδοξον Εὐ[δόξου Ἀ]χερδο[ύ]σιον καὶ στεφανῶσαι χρυσῷ στεφάνῳ κατὰ τὸν νόμον ἀρετῆς ἕνεκα | |
| καὶ δικαιοσύνης τῆς πρὸς τοὺς ἐφήβους, καὶ ἀνειπεῖν τὸν στέφανον τοῦ[τον Διονυσίων τ]ε τῶν ἐν ἄστει τραγωιδῶν τῷ καινῷ ἀγῶνι καὶ Παναθηναίων καὶ Ἐλευσινί- | |
| ων τοῖς γυμνικοῖς ἀγῶσιν· τῆς δὲ ἀναγορεύσεως τοῦ στεφάνου [ἐπιμεληθῆναι τ]οὺς <σ>τρατηγοὺς καὶ τὸν ταμίαν τῶν στρατιωτικῶν· ἐπειδὴ καὶ οἱ ἔφηβοι δι ἣν π[ε]- | |
| 50 | ποίηται εἰς αὐτοὺς σπουδὴν καὶ φιλοτιμίαν βούλονται ἀναθεῖν[αι εἰκόνα χ]αλκῆν, ἐπικεχωρῆσθαι αὐτοῖς ποιήσασθαι τὴν τῆς εἰκόνος ἀνάθεσιν οὗ ἂν α[ὐ]- |
| τοῖς εὔκαιρον εἶναι φαίνηται, πλ̣ὴν οὗ οἱ νόμοι ἀπαγορεύουσιν. ἀ[ναγράψαι δ]ὲ τὸ ψήφισμ[α τ]ὸν γραμματέα τὸν κατὰ πρυτανείαν εἰστήλην λιθίνην καὶ στῆ- | |
| σαι ἐν ἀγορᾶι, εἰς δὲ τὴν ἀναγραφὴν καὶ τὴν ποίησιν τῆς στ[ήλης μερίσαι τ]ὸν ταμίαν τῶν [στρατιωτι]κῶν τὸ γενόμενον ἀνάλωμα. vacat | |
| Ἀριστώνυμος Φανίου Ἐλευσίνιος εἶπεν· ἐπειδὴ οἱ ἔφηβοι οἱ ἐπὶ Ἀριστά[ρχου ἄρ]χοντος παραγενόμενοι ἐπὶ τὴν θυσίαν καὶ τὸν ἀγῶνα τῶν Αἰαντείων τήν τε πομπὴν συνέπ[εμ]- | |
| ψαν τῷ Αἴαντι, ἔδραμον δὲ καὶ τὴν λαμπάδα, ἐποιήσαντο δὲ καὶ ἅμιλλ[αν τ]οῖς πλοίοις, ἐποιήσαντο δὲ καὶ τὴν ἐπιδημίαν εὐσχήμονα καὶ ἐν τοῖς λοιποῖς ἀνεστ[ράφησαν] | |
| 55 | εὐτάκτως καθάπερ ἦν αὐτοῖς ἁρμόττον, ἔθυσαν δὲ καὶ τῷ Αἴαντι, ὁ[μ]οίως δὲ καὶ τῶι Ἀκληπιῶι· ὅπως οὖν ἁπάντων τούτων ὑπάρχῃ αὐτοῖς ὑπόμνημα παρὰ τοῦ δή- |
| μου τοῦ Σαλαμινίων, ἀγαθῇ τύχῃ δεδόχθαι τῇ βουλῇ, τοὺς λαχόντ[ας προ]έδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι [περὶ] τούτων, γνώμη[ν δ]ὲ ξυμβάλλεσθαι τῆς | |
| βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τῇ βουλῇ, ἐπαινέσαι τοὺς ἐφήβου[ς τοὺς] ἐπ Ἀριστάρχου ἄρχοντος καὶ τὸν κοσμητὴν ἀυτῶν Εὔδοξον Εὐδ[όξο]υ Ἀχερδούσιον̣ καὶ στε- | |
| φανῶσαι αὐτοὺς χρυσῷ στεφάνῳ κατὰ τὸν νόμον· ἀνειπε[ῖν δὲ αὐ]τῶν τὸν στέφανον Διονυσίων τῶν ἐν Σαλαμῖνι τραγωιδῶν τ[ῶι καινῶι ἀγ]ῶνι, τῆς δὲ ποιήσεως το[ῦ] | |
| στεφάνου καὶ ἀναγορεύσεως ἐπιμεληθῆναι τοὺς ἐπιμ[ελητάς]· ἐπαινέσαι δὲ καὶ τὸν ὁπλομάχον Ἡρόδοτον vacat Εἰτε[αῖ]ον καὶ τὸν ἀκοντιστὴν Διονύ- | |
| 60 | σιον Σφαίρου Ἀζηνιέα καὶ τὸν τοξότην Μενέστρατον Ἀσ[κληπιά]δου Τρικορύσιον καὶ τὸν ἀφέτην Καλλίαν vacat Αἰγιλιέα καὶ τὸν παιδοτρίβην Σπουδίαν |
| Καφισίου Ὀῆθεν καὶ τὸν γραμματέα Καλλιάδην Ἑρμαγό[ρου Στειρ]ιέα καὶ τὸν ὑπηρέτην Ἐπίγονον Δημητρίου Πειραιέα καὶ στεφανῶσαι ἕκαστον αὐτῶν θαλ- | |
| λοῦ στεφάνῳ. ἀναγράψαι δὲ τὸ ψήφισμα τὸν γραμματ[έα τοῦ δήμ]ου εἰς στήλην λιθίνην καὶ στῆσαι παρὰ τὴν Δημοκρατίαν· εἰς δὲ τὴν ἀναγραφὴν καὶ τὴν ποίησιν | |
| τῆς στήλης μερίσαι τὸν ταμίαν τὸ γενόμενον ἀ[νάλωμα ἐ]κ τῶν κατὰ τὰ ψηφίσματα ἀναλισκομένων τῷ δήμῳ. vvv ἀγαθῇ τύχῃ· ἐπὶ Ἀριστάρχου ἄρχοντος ἐ[πὶ] | |
| τῆς Αἰαντίδος ἑβδόμης πρυτανείας, ᾗ Τελέστης Μ[ηδείου Παια]νιεὺς ἐγραμμάτευεν· Γαμηλιῶνος ἑνδεκάτῃ, ἑνδεκάτῃ τῆς πρυτανείας· ἐκκλησία κυρία ἐ[ν] | |
| 65 | τῶι θεάτρῳ· τῶν προέδρων ἐπεψήφιζεν Στρατοφῶν [Στρατοκλ]έους Σουνιεὺς καὶ συμπρόεδροι· ἔδοξεν τῷ δήμωι· v Ἐπίγονος Δημητρίου Πειραιεὺς εἶπ[εν]· |
| ὑπὲρ ὧν ἀπαγγέλλει ὁ κοσμητὴς τῶν ἐφήβων Εὔ[δοξος Εὐδό]ξου Ἀχερδούσιος ὑπὲρ τῆς θυσίας ἧς ἔθυσεν μετὰ τῶν ἐφήβων τῶι Διονύσῳ τῷ ․․․7․․․- | |
| ῳ καὶ τοῖς ἄλλοις θεοῖς οἷς πάτριον ἦν ἐν τῇ πομ[πῇ τοῦ Διον]ύσου v ἀγαθῇ τύχῃ δεδόχθαι τῷ δήμῳ τὰ μὲν ἀγαθὰ δέχεσθαι ἃ ἀπαγ[γέ]λλει γεγο[νέ]- | |
| ναι ὁ κοσμητὴς ἐν τοῖς ἱεροῖς οἷς ἔθυεν ἐφ ὑγιείαι καὶ [σωτηρ]ίᾳ τῆς τε βουλῆς καὶ τοῦ δήμου καὶ παίδων καὶ γυναικῶν καὶ τῶν φίλων καὶ συμμάχω[ν] | |
| τοῦ δήμου τοῦ Ἀθηναίων· ἐπαινέσαι δὲ τὸν κοσμητὴν [Εὔδο]ξον Εὐδόξου [Ἀ]χερδούσιον καὶ τοὺς ἐφήβους εὐσεβείας ἕνεκεν τῆς πρὸς τοὺς [θε]- | |
| 70 | οὺς καὶ φιλοτιμίας τῆς προ͂ς τὴν βουλὴν καὶ τὸν δῆμον [καὶ στ]εφανῶσαι κιτ[τ]οῦ στεφάνῳ, ἐπειδὴ καὶ προνοούμενοι τῆς πρὸς τοὺς θεοὺς εὐσεβ[εί]- |
| [α]ς καὶ προαιρούμενοι ἐπικοσμεῖν τὸν ναὸν τοῦ Διονύ[σου ἀνατ]εθείκασι[ν τῶι θεῶ]ι φιάλην ἀπὸ δραχμῶν ἑκατὸν κάλλιστον ὑπόδειγμα τῆς ἰδί- | |
| [α]ς φιλαγαθίας τοῖς μεθ ἑαυτοὺς ἀπολείποντες. ἀναγ[ράψαι] δὲ [τὸ ψ]ήφισμα εἰς στήλην λιθίνην καὶ στῆσαι οὗ ἂν αὐτοῖς ἐπιτήδειον εἶναι δοκῇ. | |
| [ἀγα]θῇ τύχῃ· ἐπὶ Ἀριστάρχου ἄρχοντος ἐπὶ τῆς Κεκροπίδος ἑνδεκάτης πρυτανείας, ᾗ Τελέστης Μηδείου Παιανιεὺς ἐγραμμάτευεν· Θαργηλιῶνος ἕκτῃ | |
| [ἐπὶ] δέκα, ἕκτῃ καὶ δεκάτῃ τῆς πρυτανείας· ἐκκλησία ἐν τῷ θεάτρωι ἐν Διονύσου· τῶν προέδρων ἐπεψήφιζεν Στρατοφῶν Στρατοκλέους Σουνιεὺς καὶ | |
| 75 | [συμπ]ρόεδροι· ἔδοξεν τῷ δήμῳ· vvv Ἐπίγονος Δημητρίου Πειραιεὺς εἶπεν· v ὑπὲρ ὧν ἀπαγγέλλει ὁ κοσμητὴς τῶν ἐφήβων Εὔδοξος Εὐδόξου Ἀχερδούσισς |
| [ὑπὲ]ρ τῆς θυσίας ἧς ἔθυσεν μετὰ τῶν ἐφήβων τῷ Διονύσῳ καὶ τοῖς ἄλλοις θεοῖς οἷς πάτριον ἦν ἐν τῇ πομπῇ τοῦ Διονύσου· ἀγαθῇ τύχῃ δεδόχθαι τῷ δή- | |
| [μωι], τὰ μὲν ἀγαθὰ δέχεσθαι ἃ <ἀ>παγγέλλει ὁ κοσμητὴς γεγονέναι ἐν τοῖς ἱεροῖς οἷς ἔθυον ἐφ ὑγιείαι καὶ σωτηρίαι τῆς τε βουλῆς καὶ τοῦ δήμου καὶ πα- | |
| [ίδ]ων καὶ γυναικῶν καὶ τῶν φίλων καὶ συμμάχων τοῦ δήμου τοῦ Ἀθηναίων· ἐπαινέσαι δὲ τὸν κοσμητὴν Εὔδοξον Εὐδόξου Ἀχερδούσιον καὶ τοὺ[ς] | |
| [ἐφ]ήβους εὐσεβείας ἕνεκεν τῆς πρὸς τοὺς θεοὺς καὶ φιλοτιμίας τῆς πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον καὶ στεφανῶσαι κιττοῦ στεφάνῳ, ἐπε[ιδὴ] | |
| 80 | [κ]αὶ προνοούμενοι τῆς πρὸς τοὺς θεοὺς εὐσεβείας καὶ προαιρούμενοι ἐπικοσμεῖν τὸν ναὸν τοῦ Διονύσου ἀνατεθείκασιν τῷ θεῷ φιάλην ἀπὸ |
| δραχμῶν ἑκατὸν κάλλιστον ὑπόδειγμα τῆς ἰδίας φιλαγαθίας τοῖς μεθ ἑαυτοὺς ἀπολείποντες. ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα εἰς στήλη[ν] | |
| λιθίνην καὶ στῆσαι οὗ ἂν αὐτοῖς ἐπιτήδειον εἶναι δοκῇ. vacat | |
| col. I.83 | ἡ βουλὴ ὁ δῆμος |
| {²in corona:}² | |
| 84 | τὸν κοσμητὴν |
| 85 | Εὔδοξον Εὐδόξου |
| Ἀχερδούσιον | |
| καὶ τοὺς ἐφήβους | |
| col. II.83 | ἡ βουλὴ ὁ δῆμος |
| {²in corona:}² | |
| 84 | τοὺς |
| 85 | ἐφήβους |
| col. III.83 | ἡ βουλὴ ὁ δῆμος |
| {²in corona:}² | |
| 84 | τὸν κοσμητὴν |
| 85 | Εὔδοξον Εὐδόξου |
| Ἀχερδούσιον | |
| col. IV.83 | ὁ δῆμος ὁ Σ[αλ]αμινίων |
| {²in corona:}² | |
| 84 | τὸν κοσμητὴν |
| 85 | Εὔδοξον Εὐδόξου |
| Ἀχερδούσιον | |
| col. V.83 | ἡ βουλὴ ὁ δῆμος |
| {²in corona:}² | |
| 84 | τὸν κοσμητὴν |
| 85 | Εὔδοξον Εὐδόξου |
| [Ἀχερδο]ύσιον | |
| [καὶ τοὺς ἐφήβ]ους | |
| οἱ ἐφηβεύ[σαν]τες ἐπὶ Ἀριστάρχου ἄ[ρχ]οντος· | |
| col. I.89 | Ἐρεχθ[εῖδο]ς |
| 90 | Διονύσιος Δ[ι]ονυσίο[υ Ἀναγυ]ράσιος |
| Ἀρχέδημ[ο]ς Πολυεύκτ[ου Κηφ]ισιεύς | |
| [Νίκ]ανδρος Πρωτογέν[ου] Λαμπτρεύς | |
| Νικόμαχος Σωσιγένου Λαμπτρεύς | |
| Θεοδόσιος Γλαυκίου Παμβωτάδης | |
| 95 | Νικοκλῆς Γοργίου Κηφισιεύς |
| [Σ]ώπατρος Μη[τρ]οδώρου Φηγούσιος | |
| Αἰγεῖδος | |
| Μνησικλῆς Μνησικλέους Γαργήττιος | |
| Δίων Ἀλκιμένου Φιλαΐδης | |
| 100 | Ἀρχ[ί]ας Διονυσίου Φηγαιεύς |
| [Ἀπο]λλώνιος Ἀρχελάου Ἀγκυλῆθεν | |
| ․․․ων Ἀπολλωνίδου Ὀτρυνεύς | |
| Μενεσθεὺς Μενεσθέως Ἀγκυλῆθεν | |
| ․․․γένης Φιλωνίδου Κολλυτεύς | |
| 105 | Πανδιονίδος |
| [Λ]υσίας Ἀρτέμωνος Παιανιεύς | |
| Καλλικρατίδης Συνδρόμου Στειριεύς | |
| Θεωρικὸς Συνδρόμου Στειριεύς | |
| Φίλων Ζηνοδότου Κυδαθηναιεύς | |
| 110 | Ἀρτεμίδωρος Νικάνορος Στειριεύς |
| Ἀλέξανδρος Ἀλεξάνδρου Στειριεύς | |
| [Ἰ]ατροκλῆς Ἰατροκλέους Π[αιανιεύς] | |
| ․․․7․․․ας Σ․․6․․․ί․ου Σ[τειριε]ύς | |
| — — — — — — — — — | |
| col. II.89 | Λεωντίδος |
| 90 | Σωτίων Σωτίωνος Φρεάρριος |
| Κλεοκράτης Κλεοκράτου Χολλείδης | |
| Τιμοκράτης Εὐδήμου Αἰθαλίδης | |
| Τιμησίων Καλλιθέμιδος Ὑβάδης | |
| Ἄγρων Θεμιστοκλέους Κολωνῆθεν | |
| 95 | Ἀπολλωνίδης Χαρίνου Εὐπυρίδης |
| Ἱππόνικος Ἱππονίκου Κρωπίδης | |
| Σωσίπατρος Σωσιπάτρου Σκαμβωνίδης | |
| Φιλοκλῆς Ζωπύρου Χολλείδης | |
| Εὔδημος Ἀπολλωνοδότου Φρεάρριος | |
| 100 | Πτολεμαιΐδος |
| Τίμαρχος Σιμάλου Φλυεύς | |
| Σπαρτοκίων Ἀπολλωνίου Βερενικίδης | |
| Δημήτριος Σώσου Βερενικίδης | |
| Σωσίβιος Θερσιλόχου Βουτάδης | |
| 105 | Ἀμφίλοχος Ἀμφιλόχου Βερενικ̣ίδης |
| Ἀσκληπιάδης Λυσιμάχου Φλυεύς | |
| Κλεόδωρος Κλεοδώρου Φλυεύ[ς] | |
| Φίλων Δημητρίου Φλυεύς | |
| Καρπόδωρος Εὐβιότου Φλυεύς | |
| 110 | Διονύσιος Ἀπολλοδώρου Φλυεύς |
| Πάμ[φιλος Ἀρισ]τοβούλου Ἀφιδναῖος | |
| Μνησα[γ]όρας Μνασέου Προσπάλτιος | |
| Μενεκλῆς Μενεδήμου Θημακεύς | |
| [Κ]ριτόβουλος Ἡγησίου Ἀφιδναῖος | |
| col. III.89 | Ἀκαμαντίδος |
| 90 | Ἀθηναγόρας Ἀσκληπιάδο[υ] Σφήττιος |
| Ἀπολλοφάνης Ἀριστοκλέους Σφήττιος | |
| Δαμόκριτος Βουθήρου Εἰτεαῖος | |
| Δίφιλος Μενίππο[υ] Ἰφιστιάδης | |
| Μητροφάνης Διονυσί[ο]υ Ἰφιστιάδης | |
| 95 | Οἰνεῖδος |
| Δημήτριος Θεοξένου Ἀχαρνεύς | |
| Νυμφόδωρος Δημονόθου Ἐπικηφίσιος | |
| Αἰσχύλος Εὐβιότου Θριάσιος | |
| Ἀριστόνικος Ἀριστονίκου Ὀῆθεν | |
| 100 | Ἡλιόδωρος Λεωφάνου Λακιάδης |
| Ἀριστόβουλος Ἀγαθοκλέους Θριάσιος | |
| Θεόφιλος Διονυσίου Ἀχαρνεύς | |
| Κεκροπίδος | |
| Δημόφιλος Δημοφίλου Ἁλαιεύς | |
| 105 | Πόπλιος Λευκίου Μελιτεύς |
| Παρμενίσκος Λύσωνος Αἰξωνεύς | |
| Μ[ί]κκος Ἀρτε[μιδ]ώρου Αἰξωνεύς | |
| [— — — — — λ]έ[ους?] Αἰξωνεύς | |
| [Γ]λα[υκ — — —]ος Ἁλαιεύς | |
| 110 | Ἀλκμὰν Ἀ[λκμ]ᾶνος Συβαλήττιος |
| Σατυρ[ί]ων Σωσθένου Συβαλήττιος | |
| Κόνων Ἀγα[θ]οκλέους Ξυπεταιών | |
| Διοδ․․․․ Διοδώρου Μελιτεύς | |
| Ἱπ[π]οθωντίδος | |
| 115 | Φανίας Καλλισθένου Κειριάδης |
| Βάκχιος Μητροβίου ἐκ Κοίλης | |
| Λέων Σωπάτρου Πειραιεύς | |
| Μηνοφῶν Τελέστου Ἐροιάδης | |
| col. IV.90 | Μηνόφιλος Μηνοφί[λου] Πειραιεύς |
| Ἀλκέτης Θρασυφῶντος Πειραιεύς | |
| Ῥόδων Ῥόδωνος Ἀχερδούσιος | |
| Ξενοκράτης Ἀσκληπιάδου Ἐλευσίνιος | |
| Διονύσιος Πασιάδ[ο]υ Δεκελεεύς | |
| 95 | Ξένων Ἀσκληπιά[δ]ου Ἐλαιούσιος |
| Αἰαντίδος | |
| Δωσίθεος Ἀρισ[τ]έου Μαραθώνιος | |
| Ἀριστέας Ἀρισ[τ]έου Μαραθώνιος | |
| Τιμόξενος [Ἀ]σκληπιάδου Μαραθώνιος | |
| 100 | Θεόδωρ[ος] Θεομένου Ῥαμνούσιος |
| Ἀντιλέων Ἀντιλέοντος Μαραθώνιος | |
| Χρεμωνίδης Φιλοκτήμονος Μαραθώνιος | |
| Ζωΐλος [Ἐπι]γόνου Μαραθώνιος | |
| Ἕρμω[ν Ἑ]ρμοδώρου Φαληρεύς | |
| 105 | Τιμα[γόρ]ας Δικαιΐδου Ῥαμνούσιος |
| Θεαρίων Ἀριστομάχου Φαληρεύς | |
| Ἀριστόνους Θεοφάνου Ῥαμνούσιος | |
| Ἀπολλωνίδης Ἀπολλωνίδου Ῥαμνούσιος | |
| Διόδωρος Τιμησίωνος Ῥαμνούσιος | |
| 110 | Ἡρώδης Μίκκου Ραμνούσιος |
| Ἱέρων Ἱέρ[ωνο]ς Ῥαμνούσιος | |
| Δημήτριος Δωροθέου — — — | |
| Φυσκίων Φυσκίωνος Φαλ[ηρε]ύς | |
| Ἀπολλόδωρος Ἀπολλοδώρου Ῥα[μνούσι]ος | |
| 115 | Ἀρτέμων Ἱέρωνος Ῥαμνού[σιος] |
| Ἀντιοχίδος | |
| Θήρων Νίκωνος Ἀναφ[λύστιος] | |
| Παγκράτης Πύρρου Κριωεύς | |
| col. V.90 | Ἀρκεφ̣ῶν Μηνοδότου Παλληνεύς |
| Ἀρτέμων Ἀπολλωνίου [Ἀν]α[φλ]ύστ[ι]ος | |
| Ἀθηνο․․․ος Λύσιδος Σημαχίδης | |
| Διονύσιος Θήρωνος Ἀναφλύστιος | |
| Ε̣ὐβουλίδης Ἀνδρονίκου Σημαχίδης | |
| 95 | Νικίας Νικάνδρου Θοραιεύς |
| Διοσκουρίδης Φίλωνος Παλληνεύς | |
| Δημήτριος Ἀρτέμωνος Ἀναφλύστιος | |
| Ἀτταλίδος | |
| Τιμοκράτης Θεοδότου Σουνιεύς | |
| 100 | Διοκλῆς Δίου Ἀθμονεύς |
| Σκαμάνδριος Ποσειδωνίου Ἀτηνεύς | |
| Ἁνδρόνικος Ἀνδρονίκου Ἀγρυλῆθεν | |
| Χαίριππος Σίμου Σουνιεύς | |
| Γεροντίδης Κρατίππου Προβαλείσιος | |
| 105 | Νικόβουλος Καλλιξένου Ἀτηνεύς |
| Κτησικλῆς Κτησικλέους vacat | |
| Ξένοι | |
| Λεύκιος Ποπλίου Ῥωμαῖος | |
| Ἱεροκλῆς Τιμοθέου Ζμυρναῖος | |
| 110 | Φιλοποίμην Ἱππίου Ἀδραμυτηνός |
| Λεύκιος Αὔλου Ῥωμαῖος | |
| Ἄ[τ]ταλος Μηνοδώρου Ὀ[ρ]οανδεύς | |
| Ἰσίδωρος Ἰσιδώρου Νεαπολ[ίτης] | |
| Διονύσιος Θεοδοσίου Ἀπαμεύς | |
| 115 | Νουμήνιος Ἀετίωνος Ταρσεύς |
| Γα[λέρι]ος? Ἀγάθωνος Βηρύτιος | |
| Ἀπολλώνιος Ῥόδωνος Ἡρακλεώτης | |
| Δημήτριος Κρατεροῦ Ἀντιοχεύς | |
| col. VI.90 | Νικάνωρ Βρομίου Ἡρακλεώτης |
| Φιλο․․ρος Κρίτωνος Λαοδικεύς | |
| Στράτων Ἀφροδισίου Ἀντιοχεύς | |
| Πόπλιος Ποπλίου Ῥωμαῖος | |
| Ζήνων Εἰρηναίου Βηρύτιος | |
| 95 | Ἀριστόδημος Ἀνθεστηρίου Μιλήσιος |
| Στράτων Στράτωνος Ἀντιοχεύ[ς] | |
| Θεόφιλος Φίλωνος Καρθαιεύ[ς] | |
| Ἀνδρότιμος Λευκίου Ῥωμαῖος | |
| Γοργίας Δρόμωνος Ὀπούντ[ιος] | |
| 100 | Παρμενίσκος Παρμενίσκου Ἀντ[ιοχεύς] |
| Σαραπίων Ἐπιγόνου Μιλήσιο[ς] | |
| Αὖλος Αὔλου Ῥωμαῖος | |
| {²vacat}² | |
| col. I.119 | [ἡ βουλὴ ὁ δῆμος] |
| 120 | [τὸν παιδοτρίβην] |
| {²in corona:}² | |
| 121 | [Σπουδίαν] |
| [Ὀῆθεν] | |
| col. II.119 | [ἡ βο]υλὴ ὁ δῆμος |
| 120 | [τὸν ὁπ]λομάχον |
| {²in corona:}² | |
| 121 | Ἡρόδοτο[ν] |
| Εἰτεαῖον | |
| col. II/III.119 | ἡ βουλὴ ὁ δῆμος |
| 120 | τὸν ἀκοντιστὴν |
| {²in corona:}² | |
| 121 | Διονύσιον |
| Σφαίρου | |
| Ἀζηνιέα | |
| col. III.119 | ἡ βουλὴ ὁ δῆμος |
| 120 | τὸν τοξότην |
| {²in corona:}² | |
| 121 | Μενέστρατον |
| Ἀσκληπιάδου | |
| Τρικορύσιον | |
| col. IV.119 | ἡ βουλὴ ὁ δῆμος |
| 120 | τὸν ἀφέτην |
| {²in corona:}² | |
| 121 | Καλλίαν |
| Αἰγιλιέα | |
| col. V.119 | ἡ βουλὴ ὁ δῆμος |
| 120 | τὸν γραμματέα |
| {²in corona:}² | |
| 121 | Καλλιάδην |
| Ἑρμαγόρου | |
| Στειριέα | |
| col. VI.119 | ἡ βουλὴ ὁ δῆμος |
| 120 | τὸν ὑπηρέτην |
| {²in corona:}² | |
| 121 | Ἐπίγονον |
| Δημητρίου | |
| Πε[ι]ραιέα |