[ ]
Arkadia — Mantinea — 10 BC-10 AD
| A.1 | #⁵⁶ ἁ πόλις #⁵⁶ τῶν Ἀντιγονέ- |
| ων καὶ Ῥωμαῖοι ο<ἱ π>ραγμα#⁵⁶- | |
| τευόμενοι ἐν αὐτᾷ Ἐπι#⁵⁶- | |
| γόνην v Ἀρτέμωνος #⁵⁶ | |
| 5 | τὰν ἑαυτῶν εὐεργέτ̣ιν #⁵⁶ |
| vacat | |
| 6 | ψήφισμα Ἀντιγονέων· |
| ἐπειδὴ Εὐφρόσυνος Τίτου, πολίτης ἡμέτερος, προγονι- | |
| κὴν εἰς τὴν πατρίδα διαδεξάμενος εὔνοιαν, οὐ μόνον οὐ- | |
| κ ἐμίωσέν τι τῆς πατρῴας ἀρετῆς, ἀλλὰ καὶ συναύξησεν | |
| 10 | αἰεὶ καὶ καθ’ ἡμέραν ἐπινοῶν τῇ πόλει πλεῖόν τι παρέχεσθαι, |
| τὴν μὲν ἐπείκειαν τῶν τρόπων γεγεννημένος, τὴν δὲ ψυχὴν | |
| εὐγενεστέραν τῆς φύσεως πλατύνας, πολυτελὴς μὲν ἐν | |
| {²vacat O,15}² | |
| B | {²lacuna aliquot versuum}² |
| 13 | ․#⁷․#⁷Λ̣Ι̣Ι̣Ι̣ε̣νεΙ̣Ι̣Ι̣Ι̣Ι̣Ι̣Ι̣[— — — — — — — — — — — — —] |
| πράττουσιν ἀνεμεσήτως πα․εΙΙε̣Ι[․․․c.11․․․․ γε]- | |
| 15 | νέσθαι, ἄξιον δ’ ἔτι καὶ τοῦτο τῶν κατορθωμά[των ἐπε]- |
| νόησε· v τὴν γὰρ πρόσοδον τῆς χώρας εἰς εὐθηνίαν σιτω- | |
| νίας ἐνομοθέτησι, v τὸ ἀνενδε̣[ὲ]ς τῆς τροφῆς αἰωνίῳ | |
| παραθέμενος ἀπολαύσει, v ἐνπ̣ρησθέντος τε τοῦ {κατὰ} | |
| κατὰ τὸ γυμν̣άσιον κύκλου̣ τ̣ὰς εἰς τὴν ἰδίαν εὐχρη- | |
| 20 | στίαν ἡτο̣ιμασμένας ἐχαρ[ίσα]το πλίνθους, τῆς κατ’ οἶ- |
| κον ὠ̣[φε]λίας τὸν δημόσιον κόσμον προκρείνας. πλη- | |
| ρ̣[ώσ]ας οὖν ποικίλης εὐερ̣γ̣εσίας τὴν πόλιν ὑπερέ- | |
| [β]η̣ τοὺς τῆς Ἑλλάδος ὅρους καὶ μέχρι τῶν Σεβαστεί- | |
| ων̣ εὐπλόησεν χαρακτήρων, ὃν δ’ οἱ παράκτιοι πλεῖν | |
| 25 | Ἁδρίαν κἂν ἅπαξ εὐλαβοῦνται, τοῦτον ὁ μεσόγαιος |
| καὶ δεύτερον πλεύσα̣[ς] κατεφρόνησε· θαρρεῖν γὰρ α̣ὐ̣- | |
| τὸν πατρίδος εὐερ̣[γε]τουμένης εὐχαὶ προετρέποντο̣· | |
| δὶς οὖν, καὶ ταῦτα̣ [δω]ρεάν, πρεσβεύσας ὑπ̣ὲρ τὴν πόλιν | |
| προσηνὴς ἐγένετ̣[ο] κ̣αὶ τῇ θει̣ο̣τ̣[άτ]ῃ συνκλήτῳ, μὴ κο- | |
| 30 | μίζων κατηγορίαν ἀν̣[θυ]π̣άτων ἀλλ’ ἔπαινον. συνηρ- |
| μόσθη δ’ αὐτῷ καὶ γ[υν]ή, πολῖτις ἀπὸ γένους, Ἐπιγόνη | |
| Ἀρτέμωνος [αἰ]σ̣[ίοις] γ̣άμοις συνκερασθεῖσα· ἐζεύγνυν- | |
| το γὰρ βιό[τοι]ς [κ]αὶ σώμασιν ψυχαὶ καὶ παρ’ ἀμφοτέροις | |
| ἀμέρι[στος ὁ]μ̣όνοια. φθάνοντες δ’ ἀλλήλους ταῖς εἰς | |
| 35 | εὐ[ποΐας] ἐπινοίαις ναοὺς μὲν ἤγειραν εἰς ἔδαφος ἠ- |
| ρε̣[ιμμέν]ο̣υς δειπνιστήριά τε προσεμήκυναν δειπνι- | |
| [στη]ρ̣ίοις καὶ ταμεῖα συνόδοις ἐχαρίσαντο, παρεχόμε- | |
| [νοι] μὴ μόνον θεοῖ̣ς εὐσέβειαν, ἀλλὰ καὶ τόποις κόσμον· | |
| ἥ τ̣ε σεμνοτάτη καὶ φίλανδρος Ἐπιγόνη μειμησαμέ- | |
| 40 | νη τὸν γαμήσαντα καὶ αὐτή, πάσῃ θεῷ τὴν ἀνεπίτα- |
| {τα}κτον {²⁶ἀνεπίτακτον}²⁶ ἱερωσύνην ἀναλαβοῦσα μετὰ πάσης δαπά- | |
| νης πολυτελοῦς, τοὺς μὲν θεοὺς ἐθρήσκευσεν εὐ- | |
| σεβῶς, τοὺς δ’ ἀνθρώπους εὐώχησε πανδήμως. v ἔδει δὲ | |
| καὶ τὰ προηγούμενα τοῖς μετὰ ταῦτα δώροις ὑπερβῆναι· | |
| 45 | μάκελλος ἐκ θεμελίων ὑψοῦτο πολυτελής, ἐργαστη- |
| ρίων αὐτάρκη διαγραφόμενος καλλονήν, ἐνιδρύετο δ’ αὐ- | |
| τοῖς ἐξέδρα μέση, δυναμένη καὶ μόνη πόλεως κό- | |
| σμος εἶναι· προσεμηκύνετο δ’ αὐτοῖς καὶ βαίτης | |
| εὔχρηστος ἀπόλαυσις χιμέριον κατάστημα νικώ- | |
| 50 | σης, ἐπεσφραγίσατο δ’ αὐτῶν τὴν πολυτέλειαν περί- |
| στυλον μαρμαρίνοις ἐπεριδόμεν<ο>ν κείοσιν, ὧν ἡ καλ- | |
| λονὴ καὶ τὸ λεῖπον ἔ<τ>ι τῆς ἀγορᾶς κεκόσμηκε καὶ τὰ | |
| μέτρια δ’ αὐτῶν εἶναι δοκοῦντα πρὸς σύνκρισιν | |
| vacat | |
| C.1 | {²tertius lapis deest}² |