[ ] Arkadia — Mantinea — 64-61 BC
1 ἀγαθᾶι τύχαι.
ἐπεὶ Νικίππα Πασία ἀπὸ προγόνων ὑπάρ-
χουσα φιλοδόξων καὶ αὐτὰ τειρεῖν ἐξελομέ-
να τὰν τῶν προγόνων ἀρετάν, ἐτήρησεν οὐ μόνον τὰ πρὸς
5 τοὺς ἀνθρώπους δίκαια, ἀλλὰ καὶ τὰ πρὸς τοὺς θεούς, εὐσ[εβῶ]ς
διακειμένα καὶ τιμῶσα πάντας [θεούς, τὰν δὲ Κ][ρ]αν ἐμ
παντὶ καιρῶι θεραπεύουσα καὶ συνευκ[ο]σμ[οῦ]σα τοῖς ἀεὶ γι-
νομένοις ἱερεῦσ̣ι̣ δ̣ι’ ὧ[ν παρ]έχει ἑκάστοις χρ̣ειῶν [πρ]ὸς τὰν τᾶς θε-
οῦ τιμὰν καὶ κ[όσμη]σιν ἀπρο[φ]ασίστως, [ὁμοίως? δὲ] κ[αὶ] ἐν τῶι πέμ-
10 πτωι καὶ ὀγδοηκοστῶι ἔτει μηνὸς ὀ[γδόου],[τι] ὑπογυίου
οὔσας τᾶς τῶν Κοραγίων θυσίας, καὶ [αὐτίκα] μελλόντων ἐπι-
τελεῖσθαι τῶν περὶ τὰν θεὸν μυστικῶν τ̣ῶ̣ν̣ ἀ̣ρ̣<ρ>ήτων, ἐμφανι-
σάντων τῶν ἱερέων, [ἐ]πεδέξατο Νικίππα τὰν λειτουργίαν ἀνε-
πικωλύτως καὶ ἐποιήσατο πᾶσαν [δα]πάν[αν ἀ]φειδῶς καὶ ἐκ[τε]-
15 νῶς ἃν ἔδε[ι εἴ]ς τ[ε] τὰν θεὸν καὶ τὰν σύνοδον, ἄγαγε δὲ καὶ
τὰν πομπὰν τῶν Κοραγίων ἐπισάμως καὶ μεγαλοπρεπῶς
καὶ ἔθυε τᾶι θε[ῶι] καὶ ἐκαλλιέρει ὑπὲρ τὰν σύνοδον ἀξίως
αὐσαυτᾶς καὶ τᾶς συνόδου, προσεπέδωκε δὲ καὶ εἰς κα-
τεπείγουσαν χρείαν δ[ρ]αχ[μ]ὰς ὀγδοήκοντα, εἰσήνε<γ>-
20 κε δὲ καὶ τᾶι θεῶι πέπλο[ν κ]αὶ ἐστέγασεν καὶ εὐσχημό-
νισεν τὰ περὶ τὰν θεὸν ἄρρητα μυστήρια, [ὑ]πεδέξατο
δὲ καὶ τὰν θεὸν εἰς τὰν ἰδίαν οἰκίαν, καθώς ἐστιν ἔθος
τοῖς [ἀ]ε[ὶ] γινομένοις ἱερεῦσιν, ἐποίησε δὲ καὶ τὰ νομι-
ζόμενα ἐν τοῖς τριακοστοῖς τᾶι ἀνοίξει τοῦ ναοῦ
25 μεγαλομερῶς, προενοήθη  δὲ καὶ ἇς προσεδεῖτο ὁ
ναὸς [ο]ἰκοδομᾶς· διὰ οὖν ταῦτα ἔδοξε τᾶι συνό-
δωι τῶν Κοραγῶν· ἐπαινέσαι Νικίππαν ἐφ’ ἇι ἔχει
φιλανθρωπίαι καὶ τᾶι πρὸς τοὺς θεοὺς εὐσεβεί-
αι καὶ τᾶι πρὸς τὰν σύνοδον εὐνοίαι, καλεῖν δὲ αὐ-
30 τὰν καὶ ἐπὶ τὰ γέρα τοὺς ἀεὶ ὑποδεχομένους κα-
θὼς καὶ τοὺς λοιποὺς τοὺς τὰν σύνοδον τετι-
μακότας ἐν ταῖς αὐταῖς ἁμέραις, πέμπειν δὲ
αὐτᾶι καὶ αἶσαν ὡσαύτως· ε[ἰ δέ τ]ις μὴ καλέσει
τῶν ὑποδεχομένων, καλ[είτω ὁ ἐπιγν]ώμα, καὶ
35 ἐπαναγκαζέ<σ>θω καλεῖν [καὶ ζαμιούσ]θω ὁ
τούτων τι μὴ ποιήσας [δραχμαῖς πεντήκοντ]α· ἔ-
στω δὲ καὶ ὑπεύθυνος Νι[κίππαι ὡς κατ]αλύων
τὰ δεδόμενα αὐτᾶι [ὑπὸ τᾶς συνόδου] τίμια, ἵ-
να τούτων συντελ[ουμένων φ]αίνηται ἁ σύ[ν]-
40 οδος εὐχάριστος οὖ[σα ἔχουσά τ]ε καὶ περὶ τῶν
μελλόντων ἀγαθὰς ἐ[λ]πίδας· καταστασά-
τωσαν δὲ οἱ ἱερεῖς τοὺς ἀναγράψοντας τοῦ-
δε τοῦ δόγματος τὸ ἀντίγραφον ἐν στάλαι
λιθίναι καὶ ἀναθήσοντας ἐν τῶι ἐπιφα-
45 νεστάτωι τοῦ ἱεροῦ τόπωι· ὁμοίως δὲ καὶ
εἰς τὰν κοινὰν πινακίδα. κατεστάθεν Ἀ-
λεξίνικος Ἀλέξωνος, Θυωνίδας Θυωνί-
δα, Σιμίας Ἀνθεμοκρίτου, Ἀρίσταρχος Με-
νίππου, Φιλήσιος Σαμίδα, Ἀλκαμένης Μαν-
50 δρηκίδα, Αἴθων Φιλοσθένεος, Μηνᾶς Μηνᾶ.
Search Help