[ ]
Arkadia — Mantinea — 46-43 BC
| 1 | ἐπειδὴ Φ[αηνὰ Δαματρίου Ἀντιγονικὰ φι]λ̣ά̣γ̣α̣θ̣ο̣ς̣ [ὑπάρ]- |
| χουσα καὶ εὐσεβὴς ἀνέστραπταί τε καλῶς ἐν ὅλῳ τῷ βίῳ κ[αὶ] | |
| εὐσεβῶς πρὸς πάντας μὲν τοὺς θεούς, μάλιστα δὲ πρός τε τὰν | |
| Δάματρα καὶ τὰν Κόραν καὶ τὰς ἱερείας τᾶς Δάματρος, φανε- | |
| 5 | ράν τε πεποίηκε τὰν ἰδίαν μεγαλοψυχίαν καὶ ἐκτένειαν εἰς |
| τὸ θεῖον· ἱερίτευχε γὰρ τᾷ Δάματρι μεγαλοπρεπῶς, οὐδένα | |
| λόγον δαπάνας ποιουμένα οὔτε εἰς αὐτὰν τὰν θεὸν οὔτε | |
| εἰς τὰς καθηκούσας ἀντ’ ἐνιαυτοῦ τᾷ θεῷ λειτουργίας οὔ- | |
| τε εἰς τὰς ἱερείας, παρέσχηται δὲ καὶ ταῖς ἀεὶ ἀντιτυγχανο[ύ]- | |
| 10 | σαις ἱερείαις εὔχρηστον αὐσαυτὰν καὶ τὸν ἴδιον̣ βίον ἀπρο- |
| φ̣άσιστον, ὑπηρετοῦσα πρὸς πᾶσαν λειτουργίαν καὶ δαπά- | |
| ναν τὰν ἀνήκουσαν εἴς τε τὰν θεὸν καὶ τὰς ἱερείας· οὐ μό- | |
| νον δὲ ἐν τούτοις εὐεργετικῶς ἀνέστραπται, ἀλλὰ καὶ | |
| μετὰ τὸ ἱεριτεῦσαι οὐ διαλέλοιπε εὐεργετοῦσα δείπνοις | |
| 15 | τε μεγαλομερέσι καὶ ταῖς ἄλλαις εὐεργεσίαις τε καὶ δα- |
| πάναις ταῖς εἰς τὰν θεὸν γινομέναις καὶ εἰς τὰς ἱερείας, | |
| εἰσενήνεκται δὲ καὶ ἄλλαν μείζω φιλανθρωπίαν αἰώνιον | |
| εἴς τε τὰν θεὸν καὶ τὰς ἱερείας· τὰς γὰρ ἀντ’ ἐνιαυτοῦ γινο̣- | |
| μένας δαπάνας ὑ̣π’ αὐτᾶς ἐντέταλται ἐπιτελεῖν ἀντ’ αὐσαυ̣- | |
| 20 | τᾶς, ἐάν τι ἀνθρώπινον πάθῃ, τὰς ἐγγόνους αὐτᾶς Θεοδώ- |
| ραν τε τὰν θυγατέρα καὶ Φαηνὰν Δαμασίλα τὰν τᾶς θυγατρὸ[ς] | |
| θυγατέρα, ὅπως ἁ ἐκτένεια αὐτᾶς εἴς τε τὰν θεὸν καὶ τὰς | |
| ἱερείας αἰωνίου μνείας τυγχάνουσα διατελεῖ· οὐ μόνον δ[ὲ] | |
| ἐν τοῖς προγεγραμμένοις εὐεργετήμασιν ἀνέστραπται | |
| 25 | φιλοδόξως, ἀλλὰ ἐπὶ μεῖζον αὔξεσθαι θέλουσα τάν τε θεὸν |
| καὶ τὰν σύνοδον τὰν ἱερειᾶν ἀνάκεικε(!) δραχμὰς ἑκατὸν εἴκο- | |
| σι εἴς τε τὰν τοῦ μεγάρ̣ου ἐπισκειὰν καὶ εἰς ἄλλαν χρείαν, | |
| ἃν ἂν δόξῃ ταῖς ἱερείαις ἁ ἀνατεθεῖσα̣ ὑ̣π̣’ αὐτᾶς δωρεὰ | |
| εὔχρηστος εἶναι· ὅπως οὖν καὶ ἁ σύνοδος φαίνηται τᾶν ἱ- | |
| 30 | ερειᾶν τᾶς Δάματρος εὐχάριστος οὖσα καὶ μναμονεύ- |
| ουσα τῶν εἰς αὐτὰν ἀναστρεφομένων καλῶς καὶ ἐνδό- | |
| ξως, ἔδοξε τῷ κοινῷ τᾶν ἱερειᾶν· ἐπαινέσαι Φαηνὰν Δα- | |
| ματρίου Ἀντιγονικὰν ἐπί τε τᾷ καλοκαγαθίᾳ καὶ εὐεργε- | |
| σίᾳ τᾷ ἔσχηκε εἴς τε τὰν θεὸν καὶ τὰς ἱερείας, καλεῖν | |
| 35 | τε αὐ̣τὰν ἐπὶ τὰ γέρα διὰ παντὸς ἐν ταῖς γινομέναις ἀντ’ ἐ̣- |
| νιαυτοῦ θυσίαις τε καὶ σιταρχίαις, ἀνακαλούσας τᾶς ἀεὶ | |
| ἀντιτυγχανούσας ἱερείας τε καὶ σιταρχοῦς· "τὸ κοινὸν τᾶν | |
| ἱερειᾶν τᾶς Δάματρος ἐπὶ τὰ γέρα καλεῖ Φαηνὰν Δαματρί- | |
| ου τὰν αὐτᾶν εὐεργέτιν", δίδοσθαι δὲ αὐτᾷ διὰ βίου γέρα τὰ | |
| 40 | εἰθισμένα, ἀναγράψαι τε τὸ ψάφισμα τοῦτο εἰστάλαν λι- |
| θίναν καὶ ἀναθεῖναι εἰς τὸ Κοράγιον, καθὼς ἔδοξε τοῖς ἄρ̣- | |
| χουσι καὶ συνέδροις τοῖς ἐν τῷ τρίτῳ καὶ ἑκατοστῷ ἔτ[ει]· | |
| εἰ δέ τις μὴ καλέσῃ ἐπὶ τὰ γέρα εἰ μὴ δώσει τὰ προγεγραμ̣- | |
| μένα γέρα, ὑπόδικος ἔστω καὶ ἐνδεικτὸς ποτὶ δραχμὰς̣ | |
| 45 | ἑκατὸν αὐτᾷ τε καὶ τοῖς ἐγγόνοις αὐτᾶς. |