[ ]
Aeg. Isl. — Keos: Karthaia — ca. 200 BC — BCH 78 (1954) 338, 14
1 | — — — — — — — — —ΣΕ․․․Ε․Ο․ΕΝΚΑΙΤΩΙΔ․․․ |
ΕΠΙ․․․ΟΔΙ․․․6․․ΟΤΙΚΑΙ ΕΠΙΔ․․ΟΙΣ κατὰ τῆς πόλ[ε]- | |
ως ἡμ[ῶ]ν τὰ γ[ρά]μματα τὰ ἐσταλμένα· διόπε[ρ] | |
ἐπιγνοὺς κ[αὶ] ὁλοσχερῶς ἐξετάσας ὁ δῆμος ὁ Ῥοδ[ί]- | |
5 | ων, τῶν πρεσ[β]ευτῶν [διαλ]εγέντων μετὰ πάσης φιλοτ[ι]- |
μίας ἀκολούθως τοῖς ἐν τῶι ψηφίσματι κατακεχωρισ- | |
μένοις, ἀπεκρίνατο ὅτι τοῖς μὲν διαβάλλουσιν ἡμᾶ[ς] | |
οὐ προσ[έχει(?)], ἐπέγνωκεν δὲ ἣν ἔχομεν εὔνοιαν ἐν ․․ | |
․ι καὶ εὖ διαμέν[ε]ι, εἰρηκότων καὶ τῶν ἐπὶ τῶν δυνάμε- | |
10 | ων ἐξαποσταλέντων ἐν τῶι vv ἐνεστηκότι καιρῶι ἣν |
ἔχομεν προαίρεσιν πρὸς τὸν δῆμον, παρακεκλήκασίν τε | |
ἡ̣μ̣ᾶς καὶ ἐν τῶι μετὰ ταῦτα χρόνωι τὴν πρὸς τὸ πλ[ῆ]- | |
θος τὸ αὑτῶν εὔνοιαν καὶ φιλίαν καὶ συμμαχίαν δια- | |
[φ]υλάττειν, ἐπὶ πλέον εἰδότας ὅτι καὶ ὁ δῆμος, ταύτην ἐ- | |
15 | χόντων ἡμῶν τὴν αἵρεσιν, οὐθενὸς ἀποστήσεται τῶν συ[μ]- |
[φ]ερόντων ἡμῖν · ὅπως οὖν καὶ ὁ ἡμέτερος δῆμος φαίνητ[αι] | |
[κ]αταξίας τιμὰς καὶ χάριτας ἀπονέμων τοῖς εἰς αὑτ[ὸν] | |
[φιλ]οτιμουμένοις καὶ εὐεργετοῦσιν, δεδόχθαι τῆ[ι] | |
[βου]λῆι καὶ τῶι δήμωι · ἐπαινέσαι Ἀρίσταρχον Θήρωνος Μ̣[υ]- | |
20 | [λα]ντιάδην ἀρετῆς ἕνεκεν καὶ εὐνοίας καὶ φιλοτιμίας |
[ἣν] ἔχων διατελεῖ πρὸς τὸν δῆμον τὸν Καρθαιέων καὶ στε- | |
[φαν]ῶσαι αὐτὸν χρυσῶι στεφάνωι ἀπὸ χρυσῶν δέκα | |
[καὶ ἀ]νακηρῦξαι τὸν στέφανον Διονυσίοις τῶι ἀγῶν[ι] | |
[τῶν] τραγωιδῶν, καλέσαι δὲ αὐτὸν καὶ εἰς προεδρίαν, | |
25 | [ἀναγ]ράψαι δὲ τόδε τὸ ψήφισμα εἰς τὸ ἱερὸν τοῦ Ἀπ[όλλωνος] |
— — — — — — — — — — — — — — — — — — — — — — — — — — |