[ ] Aeg. Isl. — Keos: Karthaia — ca. 200 BC — BCH 78 (1954) 338, 14
1 — — — — — — — — —ΣΕ․․․Ε․Ο․ΕΝΚΑΙΤΩΙΔ․․․
ΕΠΙ․․․ΟΔΙ․․․6․․ΟΤΙΚΑΙ ΕΠΙΔ․․ΟΙΣ κατὰ τῆς πόλ[ε]-
ως ἡμ[ῶ]ν τὰ γ[ρά]μματα τὰ ἐσταλμένα· διόπε[ρ]
ἐπιγνοὺς κ[αὶ] ὁλοσχερῶς ἐξετάσας ὁ δῆμος ὁ Ῥοδ[ί]-
5 ων, τῶν πρεσ[β]ευτῶν [διαλ]εγέντων μετὰ πάσης φιλοτ[ι]-
μίας ἀκολούθως τοῖς ἐν τῶι ψηφίσματι κατακεχωρισ-
μένοις, ἀπεκρίνατο ὅτι τοῖς μὲν διαβάλλουσιν ἡμᾶ[ς]
οὐ προσ[έχει(?)], ἐπέγνωκεν δὲ ἣν ἔχομεν εὔνοιαν ἐν ․․
․ι καὶ εὖ διαμέν[ε]ι, εἰρηκότων καὶ τῶν ἐπὶ τῶν δυνάμε-
10 ων ἐξαποσταλέντων ἐν τῶι vv ἐνεστηκότι καιρῶι ἣν
ἔχομεν προαίρεσιν πρὸς τὸν δῆμον, παρακεκλήκασίν τε
ἡ̣μ̣ᾶς καὶ ἐν τῶι μετὰ ταῦτα χρόνωι τὴν πρὸς τὸ πλ[ῆ]-
θος τὸ αὑτῶν εὔνοιαν καὶ φιλίαν καὶ συμμαχίαν δια-
[φ]υλάττειν, ἐπὶ πλέον εἰδότας ὅτι καὶ ὁ δῆμος, ταύτην ἐ-
15 χόντων ἡμῶν τὴν αἵρεσιν, οὐθενὸς ἀποστήσεται τῶν συ[μ]-
[φ]ερόντων ἡμῖν · ὅπως οὖν καὶ ὁ ἡμέτερος δῆμος φαίνητ[αι]
[κ]αταξίας τιμὰς καὶ χάριτας ἀπονέμων τοῖς εἰς αὑτ[ὸν]
[φιλ]οτιμουμένοις καὶ εὐεργετοῦσιν, δεδόχθαι τῆ[ι]
[βου]λῆι καὶ τῶι δήμωι · ἐπαινέσαι Ἀρίσταρχον Θήρωνος Μ̣[υ]-
20 [λα]ντιάδην ἀρετῆς ἕνεκεν καὶ εὐνοίας καὶ φιλοτιμίας
[ἣν] ἔχων διατελεῖ πρὸς τὸν δῆμον τὸν Καρθαιέων καὶ στε-
[φαν]ῶσαι αὐτὸν χρυσῶι στεφάνωι ἀπὸ χρυσῶν δέκα
[καὶ ἀ]νακηρῦξαι τὸν στέφανον Διονυσίοις τῶι ἀγῶν[ι]
[τῶν] τραγωιδῶν, καλέσαι δὲ αὐτὸν καὶ εἰς προεδρίαν,
25 [ἀναγ]ράψαι δὲ τόδε τὸ ψήφισμα εἰς τὸ ἱερὸν τοῦ Ἀπ[όλλωνος]
— — — — — — — — — — — — — — — — — — — — — — — — — —
Search Help
Contact Us