Honorific decree for Diokles, son of Alexandros.  White marble stele with upper molding.
[ ] Kos Isl. — Halasarna (Kardamaina) — Sanct. of Apollo — late 3rd c. BC — AD 39A (1984) 161 (mention) — SEG 40.683; 45.1120 (mention) — Halasarna I (2004) 27, 1
See also:
1 ἔδοξε τῶι δάμωι τῶι Ἁλασαρνι-
τᾶν· v ἐπειδὴ Διοκλῆς Ἀλεξάνδρου
αἱρεθεὶς ἀρχεύων παρ’ Ἡρακλῆ τά τε
ἱερὰ ἐξέθυσεν τῶι θεῶι καλῶς
5 καὶ ἐ̣νδόξως, καταξίως καὶ αὑτο[ῦ]
καὶ τῶν προγόνων, οὐδεμίαν ὑπο̣-
στελλόμενος δαπάναν ἀλλὰ δη-
<λ>όμενος ἀπόδειξιν ποιεῖσθαι {²ποεῖσθαι (ph.)}² τᾶς
αὑτοῦ προθυμίας, ὅπως οὖν καὶ ὁ
10 δᾶμος [φ]αίνηται τοὺς ἀγαθοὺς ἄ[ν]-
δ[ρας τι]μῶν καὶ καταξίας χάριτας
ἀποδιδοὺς τῶν εὐεργετημάτων,
ἐπαινέσαι τε Διοκλῆ ἐπὶ τᾶι αἱρέ-
σει ἃν ἔχων διατελεῖ καὶ στεφα-
15 νῶσαι αὐτὸν χρυσέωι στεφάνωι
ἀπὸ χρυσῶν τριάκοντα ἀρετᾶς ἕ-
νεκεν καὶ εὐνοίας τᾶς εἰς αὑτόν·
ὅπως δὲ καὶ ἁ ἀναγγελία γένητα[ι]
καλῶς καὶ ἐνδόξως τοῦ στεφά-
20 νου, ἄνδρας ἑλέσθαι τρεῖς ἐκ πά[ν]-
τῶν τῶν δαμοτᾶν ἤδη, οἵτινε[ς]
ἐπελθόντες ἐπὶ τὸς προστάτα[ς]
καὶ τὰμ βουλὰν καὶ τὰν ἐκκλησία[ν]
τό τε ψάφισμα ἀποδωσεῦντ[ι] καὶ
25 παρακαλεύντω τὸς πολίτας, ὅπω[ς]
ἁ ἀναγγελία δοθῇ ἐν τῶι ἀγῶνι τῶν
Διονυσίων καθ’ ἃ αἰτεῖται ὁ δ[ᾶ]μος·
τοὶ δὲ ναποῖαι τοὶ ἐν ἀρχᾶι εὖντες
ἀναγράψαντες τόδε τὸ ψάφισμα
30 ἐς στάλαν λιθίναν ἀναθέντω ἐς
τὸ ἱερὸν τοῦ Ἀπόλλωνος παρὰ τὰ[ν]
παραστάδα τοῦ ναοῦ ἐν δεξιᾶ[ι]
ἐσπορευομένων· v τὸ δὲ ἀνάλω̣-
μα τὸ γενόμενον ἔς τε τὸν στέ-
35 φανον καὶ τὰν ἀναγραφὰν τᾶς vv
στάλας τελεσάντω τοὶ ναπο[ῖαι]
τοὶ ἐν ἀρχᾶι ὄντες ἀπὸ τῶν τοῦ
θεοῦ vv χρημάτων· vacat
ἄνδρες αἱρεθέ[ντες]· Τιμόλυκος
40 Διοκλεῦς, Φιλόφρων Εὐφιλήτου,
Λαμπίας Θαρσύνοντος.
                  vacat
Search Help
Contact Us