[ ]
Syria — Anasartha — ca. 425 AD — IGLSyr 2.297 — I. Shahid, Byzantium and the Arabs (1984) 227-233
| 1 | [μ]άρτυσιν εὐύμνοισι πολύλλιτον ἄνθετο νηόμ |
| [π]ολλὸν ὑπ’ αἰθούσ{σ}ηισι {²⁶αἰθούσηισι}²⁶ καὶ ἕρκεσιν εὔκτιτον ὧδε | |
| [λα]μπρότατος Σιλβανός, ἀεὶ κρατέων ἐν Ἐρεμβοῖς· | |
| [πά]ντα δ’ ὑπ’ ἐννεσίησιν ἀποιχομένης θέτο παιδός, | |
| 5 | [πα]ντοίηισ’ ἀρετήισιν ἀοιδ<ιμ>οτάτης Χασιδαθης |
| [ἀ]μφὶ φυλαρχ<ε>ί<ου γε>νεῆς, ἣν ζεῦξαν ἄνακτες. | |
| [ὡς κ]αὶ πένθος ἔπαυσε τὸ πάτριον· οὐδ’ ὑπ’ ο[ἴωι τε] | |
| [και]ρῶι, ὑφ’ αἵματο<ς> ἐντὶ λαχεῖν γέρας, οὔχ[ι σέσωται (?)] | |
| [ὅστις] ὅσον ψαλμοῖσιν ἐπ’ εὐχωλαῖς τε κο[ρέσθη (?)] | |
| 10 | [ἄλλ’ ὃς] θειοτάτηισι γραφαῖς ἔχε μετα[νοῆσαι (?)]. |