[ ] Syria — Anasartha — ca. 425 AD — IGLSyr 2.297 — I. Shahid, Byzantium and the Arabs (1984) 227-233
1 [μ]άρτυσιν εὐύμνοισι πολύλλιτον ἄνθετο νηόμ
[π]ολλὸν ὑπ’ αἰθούσ{σ}ηισι {²⁶αἰθούσηισι}²⁶ καὶ ἕρκεσιν εὔκτιτον ὧδε
[λα]μπρότατος Σιλβανός, ἀεὶ κρατέων ἐν Ἐρεμβοῖς·
[πά]ντα δ’ ὑπ’ ἐννεσίησιν ἀποιχομένης θέτο παιδός,
5 [πα]ντοίηισ’ ἀρετήισιν ἀοιδ<ιμ>οτάτης Χασιδαθης
[ἀ]μφὶ φυλαρχ<ε>ί<ου γε>νεῆς, ἣν ζεῦξαν ἄνακτες.
[ὡς κ]αὶ πένθος ἔπαυσε τὸ πάτριον· οὐδ’ ὑπ’ ο[ἴωι τε]
[και]ρῶι, ὑφ’ αἵματο<ς> ἐντὶ λαχεῖν γέρας, οὔχ[ι σέσωται (?)]
[ὅστις] ὅσον ψαλμοῖσιν ἐπ’ εὐχωλαῖς τε κο[ρέσθη (?)]
10 [ἄλλ’ ὃς] θειοτάτηισι γραφαῖς ἔχε μετα[νοῆσαι (?)].
Search Help
Contact Us