[ ]
Arkadia — Tegea — 3rd/4th c. AD
| 1 | χρυσείης Ἀλέου γενέθλης ἔτι λείψανον ἐσθλόν, |
| ἀνέρα μητιέτην, υἱὸν Ἀριστομένους, | |
| Εὔτυχον ἡ κρατερὴ Τεγέης πόλις, ὧν χάριν αὐτὴ[ν] | |
| ὤρθωσεν βουλ̣αῖς καὶ κτεάνοις σφετέροι[ς], | |
| 5 | εἵσατο καλὸν ἄγαλμα καὶ ἐσσομένοις μερόπεσσ[ι] |
| κηρύσσουσα πρόφρων ἀνδρὸς ἀριστονό[ου]. | |
| ψ(ηφίσματι) β(ουλῆς) ψ(ηφίσματι) β(ουλῆς). |