[ ]
Arkadia — Tegea — 3rd/4th c. AD
1 | χρυσείης Ἀλέου γενέθλης ἔτι λείψανον ἐσθλόν, |
ἀνέρα μητιέτην, υἱὸν Ἀριστομένους, | |
Εὔτυχον ἡ κρατερὴ Τεγέης πόλις, ὧν χάριν αὐτὴ[ν] | |
ὤρθωσεν βουλ̣αῖς καὶ κτεάνοις σφετέροι[ς], | |
5 | εἵσατο καλὸν ἄγαλμα καὶ ἐσσομένοις μερόπεσσ[ι] |
κηρύσσουσα πρόφρων ἀνδρὸς ἀριστονό[ου]. | |
ψ(ηφίσματι) β(ουλῆς) ψ(ηφίσματι) β(ουλῆς). |