[ ]
Arachosia — Kandahar, Old — 260 BC — G. Pugliese Carratelli et al., Un Editto bilingue greco-aramaico di Aśoka (1958) — JAs 246 (1958) 1-48
1 | δέκα ἐτῶν πληρη․․․․ων βασιλεὺς |
Πιοδάσσης εὐσέβειαν̣ ἔδε̣ιξεν τοῖς ἀν- | |
θρώποις, καὶ ἀπὸ τούτου εὐσεβεστέρους | |
τοὺς ἀνθρώπους ἐποίησεν καὶ πάντα | |
5 | εὐθηνεῖ κατὰ πᾶσαν γῆν· καὶ ἀπέχεται |
βασιλεὺς τῶν ἐμψύχων καὶ οἱ λοιποὶ δὲ | |
ἄνθρωποι, καὶ ὅσοι θηρευτ̣αὶ ἢ ἁλιεῖς | |
βασιλέως πέπαυνται θηρεύοντες, καὶ | |
εἴ τινες ἀκρατεῖς πέπαυνται τῆς ἀκρα- | |
10 | σίας κατὰ δύναμιν, καὶ ἐνήκοοι πατρὶ |
καὶ μητρὶ καὶ τῶν πρεσβυτέρων παρὰ | |
τὰ πρότερον, καὶ τοῦ λοιποῦ λώϊον | |
καὶ ἄμεινον κατὰ πάντα, ταῦτα | |
ποιοῦντες, διάξουσιν. | |
15 | {²sequuntur textus Aramaici}² |
{²versus octo.}² |