[ ]
Arachosia — Kandahar, Old — 260 BC — G. Pugliese Carratelli et al., Un Editto bilingue greco-aramaico di Aśoka (1958) — JAs 246 (1958) 1-48
| 1 | δέκα ἐτῶν πληρη․․․․ων βασιλεὺς |
| Πιοδάσσης εὐσέβειαν̣ ἔδε̣ιξεν τοῖς ἀν- | |
| θρώποις, καὶ ἀπὸ τούτου εὐσεβεστέρους | |
| τοὺς ἀνθρώπους ἐποίησεν καὶ πάντα | |
| 5 | εὐθηνεῖ κατὰ πᾶσαν γῆν· καὶ ἀπέχεται |
| βασιλεὺς τῶν ἐμψύχων καὶ οἱ λοιποὶ δὲ | |
| ἄνθρωποι, καὶ ὅσοι θηρευτ̣αὶ ἢ ἁλιεῖς | |
| βασιλέως πέπαυνται θηρεύοντες, καὶ | |
| εἴ τινες ἀκρατεῖς πέπαυνται τῆς ἀκρα- | |
| 10 | σίας κατὰ δύναμιν, καὶ ἐνήκοοι πατρὶ |
| καὶ μητρὶ καὶ τῶν πρεσβυτέρων παρὰ | |
| τὰ πρότερον, καὶ τοῦ λοιποῦ λώϊον | |
| καὶ ἄμεινον κατὰ πάντα, ταῦτα | |
| ποιοῦντες, διάξουσιν. | |
| 15 | {²sequuntur textus Aramaici}² |
| {²versus octo.}² |