SEG 20:326
[ ] Arachosia — Kandahar, Old — 260 BC — G. Pugliese Carratelli et al., Un Editto bilingue greco-aramaico di Aśoka (1958) — JAs 246 (1958) 1-48
1 δέκα ἐτῶν πληρη․․․․ων βασιλεὺς
Πιοδάσσης εὐσέβειαν̣ ἔδε̣ιξεν τοῖς ἀν-
θρώποις, καὶ ἀπὸ τούτου εὐσεβεστέρους
τοὺς ἀνθρώπους ἐποίησεν καὶ πάντα
5 εὐθηνεῖ κατὰ πᾶσαν γῆν· καὶ ἀπέχεται
βασιλεὺς τῶν ἐμψύχων καὶ οἱ λοιποὶ δὲ
ἄνθρωποι, καὶ ὅσοι θηρευτ̣αὶ ἢ ἁλιεῖς
βασιλέως πέπαυνται θηρεύοντες, καὶ
εἴ τινες ἀκρατεῖς πέπαυνται τῆς ἀκρα-
10 σίας κατὰ δύναμιν, καὶ ἐνήκοοι πατρὶ
καὶ μητρὶ καὶ τῶν πρεσβυτέρων παρὰ
τὰ πρότερον, καὶ τοῦ λοιποῦ λώϊον
καὶ ἄμεινον κατὰ πάντα, ταῦτα
ποιοῦντες, διάξουσιν.
15      {²sequuntur textus Aramaici}²
            {²versus octo.}²
Search Help
Contact Us