[ ]
Syria, Ctr. — Palmyra (Tadmor) — 132 AD — MusHelv 13 (1956) 216-225
| a.1 | Σόαδον Βωλιάδους τοῦ Σοάδου [εὐσεβῆ καὶ] |
| φιλόπατριν καὶ ἐν πολλοῖς καὶ [μεγάλοις] | |
| καιροῖς γνησίως κ[αὶ φιλοτείμως] | |
| παραστάντα τοῖς ἐμπό[ροις καὶ ταῖς] | |
| 5 | συνοδί[α]ις καὶ τοῖς ἐν Οὐολογασιά̣[δι] |
| πολείταις, καὶ τ[ὸ]ν τότε ἀφειδήσαντα | |
| [ψ]υ̣χῆς καὶ οὐσίας ὑπὲρ τῶν τῇ πατρίδι | |
| διαφ[ε]ρ̣όν[τ]ων καὶ διὰ τοῦτο δόγμασι | |
| καὶ ψ[ηφίσ]μ̣ασι καὶ ἀνδριᾶσι δημοσίοις | |
| 10 | καὶ ἐ[πιστολ]α̣ῖ̣ς̣ καὶ διατάγματι Ποβλικίου |
| Μαρκ̣[έλλου τοῦ διασ]ημοτάτου κυρίου | |
| ὑπατικ[οῦ τετειμη]μ̣ένον, διασώσαντα | |
| δὲ καὶ τὴν [προσφ]ά̣τ̣ως ἀπὸ Οὐολογαισιά[δος] | |
| b.14 | παραγενομέν[ην συν]οδίαν ἐκ τοῦ |
| 15 | περιστάντος αὐ[τ]ὴν μεγάλου κινδύνου, |
| ἡ αὐτὴ συνοδία, [ἀρετ]ῆ̣ς καὶ μεγαλο- | |
| φροσύ̣ν̣η̣ς̣ [καὶ εὐσεβείας ἕνεκ]α, αὐτοῦ | |
| ἀνδρ[ιάντας τέσσαρας ἀνέστησ]ε, ἕν[α] | |
| μὲ[ν ἐ]ν̣τ̣αῦθ[α ἐν ἱερῷ Διός], ἕνα δὲ | |
| 20 | [ἐ]ν ἱερῷ ἄλσει, ἕνα δὲ [ἐ]ν ἱε̣[ρῷ] Ἄ̣ρεος |
| καὶ τὸν τέταρτον ἐν ἱερῷ Ἀταργάτειος | |
| διὰ Ἀγέγου Ἰαριβωλέους καὶ Θαιμάρσου | |
| τοῦ Θαιμάρσου συνοδιάρχων· ἔτους | |
| [γ]μυʹ, μηνὸς Περιτίου. |