[ ] Pal. — Hebron: Khirbet El Karmil — late 3rd/4th c. AD — Archaiognosia 3 (1982-1984) 223-228
A.1 ὁ ζωὴν ἀρεταῖσιν ἑὴν πάσαισι πετάσσας
τύμβον Ἰουστινιανὸς ἐχέφρονι τεῦξε μενοινῇ·
ἤιδεε γὰρ βροτέης βιοτῆς πέρας, ἀλλὰ γενέθλης
πρεσβυτέρους πρώ̣[τισ]τ̣α τάφος δέξαιτο θανόντας
B.1 Παγχαρίαν μέλψωμεν ἐπήρατον ἀλλὰ καὶ Αὔγην·
Μουσῶν <σ>υνδοιὰς γὰρ ἔχει τάφος ἄμφω ἐούσας
παρθενικὰς ἄμφω θεοτ̣[ερπῆ πάν]τα λαχούσας.
μητρὸς Πρισκιανῆς καὶ π[ατ]ρὸς Ἰ̣[ουστ]ι̣νιανοῦ.
Search Help
Contact Us