[ ]
Pal. — Hebron: Khirbet El Karmil — late 3rd/4th c. AD — Archaiognosia 3 (1982-1984) 223-228
| A.1 | ὁ ζωὴν ἀρεταῖσιν ἑὴν πάσαισι πετάσσας |
| τύμβον Ἰουστινιανὸς ἐχέφρονι τεῦξε μενοινῇ· | |
| ἤιδεε γὰρ βροτέης βιοτῆς πέρας, ἀλλὰ γενέθλης | |
| πρεσβυτέρους πρώ̣[τισ]τ̣α τάφος δέξαιτο θανόντας | |
| B.1 | Παγχαρίαν μέλψωμεν ἐπήρατον ἀλλὰ καὶ Αὔγην· |
| Μουσῶν <σ>υνδοιὰς γὰρ ἔχει τάφος ἄμφω ἐούσας | |
| παρθενικὰς ἄμφω θεοτ̣[ερπῆ πάν]τα λαχούσας. | |
| μητρὸς Πρισκιανῆς καὶ π[ατ]ρὸς Ἰ̣[ουστ]ι̣νιανοῦ. |