[ ]
Pal. — Hebron: Khirbet El Karmil — late 3rd/4th c. AD — Archaiognosia 3 (1982-1984) 223-228
A.1 | ὁ ζωὴν ἀρεταῖσιν ἑὴν πάσαισι πετάσσας |
τύμβον Ἰουστινιανὸς ἐχέφρονι τεῦξε μενοινῇ· | |
ἤιδεε γὰρ βροτέης βιοτῆς πέρας, ἀλλὰ γενέθλης | |
πρεσβυτέρους πρώ̣[τισ]τ̣α τάφος δέξαιτο θανόντας | |
B.1 | Παγχαρίαν μέλψωμεν ἐπήρατον ἀλλὰ καὶ Αὔγην· |
Μουσῶν <σ>υνδοιὰς γὰρ ἔχει τάφος ἄμφω ἐούσας | |
παρθενικὰς ἄμφω θεοτ̣[ερπῆ πάν]τα λαχούσας. | |
μητρὸς Πρισκιανῆς καὶ π[ατ]ρὸς Ἰ̣[ουστ]ι̣νιανοῦ. |