[ ]
Mys. — Pergamon — late 2nd c. AD — Chiron 17 (1987) 193-233 — Müller, Weihinschr. (unpubl., 1998) [105]
| 1 | Ἀσκληπιῶι < φιλανθρώπωι ∙ θεῶι < Πό(πλιος) Αἴ(λιος) |
| Θέων Ζηνοδότου καὶ Ζηνοδό[τ]ης Ῥόδιος | |
| ἑκατὸν εἴκοσι ἡμερῶν μὴ πιὼν̣ καὶ φα- | |
| γὼν ἕωθεν ἑκάστης ἡμέρας λευκοῦ πι- | |
| 5 | πέρεος κόκκους δεκαπέντε καὶ κρομμύου |
| [ἥ]μισυ κατὰ κέλευσιν τοῦ θ̣εοῦ ἐναργῶς ἐκ | |
| [πολ]λῶν καὶ μεγάλων κινδύνων σ̣ωθεὶς̣ | |
| [ἀνέ]θηκα καὶ ὑπὲρ τοῦ ἀδελφιδοῦ Πο̣(πλίου) Αἰ(λίου) | |
| [Καλλι]στράτου τοῦ κα̣ὶ Πλαγκιανοῦ {²vac.}² | |
| 10 | [Ἀντιπ]άτρου τὸ παιδικὸν < εὐχήν. {²vac.}² |