[ ]
Mys. — Pergamon — 18/17 or 16 BC — IGR 4.454 — Müller, Ehreninschr. (unpubl., 1997) [047]
1 | οἱ νέοι ἐτίμησαν |
Γάιον Ἰούλιον Σακέρδωτα τὸν | |
νεωκόρον θεᾶς Ῥώμης καὶ θεοῦ | |
Σεβαστοῦ Καίσαρος καὶ ἱερέα | |
5 | Τιβερίου Κλαυδίου Νέρωνος καὶ |
γυμνασίαρχον τῶν δωδεκάτων | |
Σεβαστῶν Ῥωμαίων τῶν πέντε | |
γυμνασίων ἀλείφοντα ἐγ λουτήρων | |
δι’ ὅλης ἡμέρας ἐκ τῶν ἰδίων, | |
10 | προνοήσαντα τῆς τε αὑτῶν καὶ τῶν |
[ἐ]φ̣ήβων ἀγωγῆς νόμους τε πατρίους | |
[καὶ] ἔ̣θη κατὰ τὸ κάλλιστον | |
[ἀ]ν̣α̣νεωσάμενον. |