[ ]
Lakonike — Gytheion — ca. 70 BC
1 | [— — — — — — — — — — — — — — — — — — — — —] |
[— — — — — — — — — — — — — — — — — — —]#⁷ΠΑ | |
[— — — — — — — — — — — — — — — — — — —]ει γρα | |
[— — — — — — — — ἀναγραψάντων ἀντίγρ]αφον τού- | |
5 | [του τοῦ ψαφίσματος οἱ — — εἰς στάλαν] λ̣ιθίναν καὶ ἀ- |
[ναθέντων εἰς τὸν ἐπιφανέστα]τ̣ο̣ν τ̣όπον τᾶς ἀγο- | |
[ρᾶς· ἁ δὲ ἐπιγραφὰ ἅδε ἔστω· Ἀσ]κ̣λαπιοῦ ὑπουργὸς Δαμι- | |
[άδας — — —κλέος Λακεδαιμό]νιος. | |
vacat | |
9 | [ἐπεὶ Δαμιάδας — —κ]λέος Λακεδαιμόνιος ἰατ[ρ]ὸς ἀ- |
10 | [ποσταλέντων ποτ’] α̣ὐτὸν γραμμάτων, καθὼς ἐψάφι- |
[στο, ὅπως ἥξ]ει ποθ’ ἁμὲ ἰατρεύσων, διὰ τὸ ὑπά[ρ]- | |
[χειν αὐτὸν] ἔ̣ν τε τᾶι τέχναι οὐθενὸς δεύτερον κα- | |
[τὰ τὸν β]ίον τε ἄριστον, τὰν μεγίσταν καταλογὰν̣ | |
[ποιησάμε]ν̣ος τῶν τε ἀρχόντων καὶ τᾶς πόλεος ἁ- | |
15 | [μῶν παρε]γένετο ποθ’ ἁμὲ καὶ ἐργολαβήσας κα- |
[θὼς παρε]κ̣λήθη ὑπὸ τοῦ δάμου, καὶ διετῆ χρόνον ἀ̣- | |
[ναστρεφό]μ̣ενος παρ’ ἁμὲ ἔν τε τᾶι τέχναι τὰ δίκαι- | |
[α ἐποίησ]ε τοῖς χρείαν ἔχουσιν, σπουδᾶς καὶ φιλο̣- | |
[τιμίας οὐ]θὲν ἐλλείπων εἰς τὸ πᾶσιν ἴσος εἶναι κα[ὶ] | |
20 | [πένησι καὶ] πλουσίοις καὶ δούλοις καὶ ἐλευθέροις· |
[καὶ ἐν τᾶι ἀ]ναστροφᾶι δὲ καὶ παρεπιδαμίαι, ἇι πεποί- | |
[ηται, ἀπρόσ]κοφον α[ὐ]σαυτὸν διατετήρηκε ἄξιος γινό- | |
[μενος τᾶς] τέχνας, ἇς μεταχειρίζεται, καὶ τᾶς ἰδίας | |
[πατρίδος κ]αὶ τᾶς ἁμετέρας πόλεος, καὶ ἀνένκλητον | |
25 | [αὑτὸν ἐν] π̣ᾶσιν διατετήρηκεν, ἐλευθέριον πρὸς̣ [ἅ]- |
[παντας κ]α̣ὶ δικαίαν τὰν ἀπάντησιν ποιούμενο[ς, κα]- | |
[θὼς ἐπιβ]άλλει ἀνδρὶ σώφρονι καὶ πεπαιδευμ[ένωι]· | |
[καὶ ἐ]πὶ Βιάδα δὲ Λαφρίωι θεωρῶν τὰν π[όλιν ἐξα]- | |
[πορου]μέναν ἐν ταῖς εἰσφοραῖς ἐπανγ[είλατο] | |
30 | [τῶι δά]μ̣ωι δωρεὰν ἰατρεύσειν παρ’ ἁμὲ τ[ὸν λοι]- |
[πὸν ἐνι]αυτόν, ὑπερμετρῶν ἁμὲ τοῖς δικ[αίοις] | |
[καὶ τᾶς] καλοκαγαθίας καὶ τᾶς εἰς τὰν [πολιτεί]- | |
[αν ἁ]μῶν εὐνοίας τε καὶ φιλοστο[ργίας τὰν] | |
[μεγίσ]ταν ἀπόδειξιν διὰ πάντων ποιο[ύμενος· δι’] | |
35 | [ἃ ὁ δᾶ]μος ἀπευχαριστῶν ἐν πᾶσιν τοῖς [πεποι]- |
[ημέ]ν̣οις Δαμιάδαι, κατειληφὼς εὔνο̣[υν αὐ]- | |
[τὸν ὑπ]άρχοντα τᾶι πόλει ἁμῶν καὶ διὰ π[αντὸς ἀγα]- | |
[θοῦ τι]νος παραίτιον γινόμενον ἔν τε τ[ᾶι τέχναι] | |
[καὶ] ἐν παντὶ τῶι βίωι, πρόξενον αὐ̣[τὸν πε]- | |
40 | [ποί]η̣κε καὶ εὐεργέταν τᾶς πόλεος ἁ[μῶν καὶ] |
[ὑπα]ρχέτω αὐτῶι γᾶς τε καὶ οἰκίας ἔν[κτησις] | |
[καὶ] τὰ ἄλλα φιλάνθρωπα καὶ τίμια πά̣[ντα, ὅσα] | |
[καὶ] τοῖς ἄλλοις προξένοις καὶ εὐεργέτα[ις τᾶς πό]- | |
[λεω]ς ὑπάρχει· τὰν δὲ προξενίαν ταύ̣[ταν οἱ ἔφο]- | |
45 | [ροι ο]ἱ ἐπὶ στραταγοῦ Βιάδα ἀναγράψαν[τες εἰς] |
[στ]ά̣λαν λιθίναν ἀναθέντων εἰς τὸν ἐ[πιφανέσ]- | |
[τα]τ̣ον τᾶς ἀγορᾶς τόπον, ὅπως πᾶσιν̣ [φανερὸν ἦι] | |
[τό τ]ε̣ Δαμιάδα καλοκαγαθίας καὶ εὐν̣[οίας τᾶς] | |
[πό]λεως ἁμῶν εἰς τοὺς εὐεργέτας [ὑπόμνα]- | |
50 | μ̣α· εἰ δὲ μὴ ἀναθήσοντι οἱ ἔφοροι [ταύταν κα]- |
θ̣ὼς γέγραπται, ὑπόδικοι ἔστωσαν̣ [Δαμιάδαι] | |
καὶ ἄλλωι τῶι θέλοντι ποτὶ δραχμὰς δι[σχιλίας ἀδι]- | |
[α]ιρέτους καὶ μὴ ἔστω προβόλιμος. |