Proxeny decree of the koinon of the Prasaiboi for Chairias, son of Dioskouridas, from Teos. Stone block in the analemma of the western parodos of the theater.
[ ]
Epeiros — Bouthrotos (Butrint) — after 163 BC (ca. 136 BC?) — Actes du colloque 1972 sur l'esclavage (1974) 164, 32 — SEG 38.489 — SEG 50.546
| [— — — — — — — — — ? — — — — — — — —] | |
| διαλεγέντος Σωκλέος τοῦ Γλαυκία Ἐσσυρίου | |
| περὶ προξενίας Χαιρίαι τῶι Διοσκουρίδα Τηΐωι, | |
| καὶ ἀπολογισαμένου ἃν ἔχων εὔνοιαν διατελεῖ | |
| εἰς τὸ κοινὸν τῶμ Πρασαιβῶν καὶ διότι ποτιλαμφθεὶς | |
| 5 | ἐπιστάτας ὑπὸ Ἀντιπάτρου τοῦ Ἀρχία ὑοῦ τὰν πᾶσαν |
| ἐπιμέλειαν μετ’ εὐνοίας ἔν τε τᾶι τέχναι καὶ τᾶι ἄλ- | |
| λαι ἀναστροφᾶι εἰς Ἀντίπατρον ποιεῖται, ἔδοξε | |
| τᾶι βουλᾶι καὶ τᾶι ἐκκλησίαι τῶμ Πρασαιβῶν ἐπαινέ- | |
| σαι ἐπί [τε τᾶι] ε[ὐ]νοία[ι τᾶ]ι εἰς τοὺς Πρασαιβοὺς καὶ ἐπὶ | |
| 10 | τᾶι εἰς Ἀντίπατρον ἐπιμελείαι μετ’ εὐνοίας, πρόξενόν |
| τε εἶμεν καὶ εὐεργέταν τῶμ Πρασαιβῶν Χαιρίαν Διοσκου- | |
| ρίδα Τήϊον καὶ αὐτὸν καὶ ἐκγόνους, ὑπάρχειν τε αὐτῶι καὶ | |
| ἐκγόνοις καὶ γᾶς καὶ οἰκίας ἔγκτασιν ἐμ Πρασαιβίαι καὶ ἀσφάλει- | |
| αν καὶ αὐτοῖς καὶ χρήμασιν καὶ πολέμου καὶ εἰράνας, τὰ | |
| 15 | ἀπὸ Πρασαιβῶν, καὶ ἀτέλειαν καὶ ἐντέλειαν καὶ τὰ |
| ἄλλα τίμια πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις | |
| καὶ εὐεργέταις γέγραπται. |