[ ]
Boiotia — Thespiai — 362-364 AD — BCH 50 (1926) 444,85
1 | τὸν πάσαις Μούσαισι καὶ εὐδικίαισι τραφέντα |
ἀρχεγόνου γαίης Ἑλλάδος ἀνθύπατον, | |
τεῖχος Ἀχαιϊάδος, Ῥώμης στέφος αἵματος εὖχος, | |
καὶ πάσαις ἀρεταῖς πληθόμενον κραδίην | |
5 | εἰκόνι λαϊνέῃ Δαναοὶ στήσαντο πρέποντα |
Ἀγόριον Μούσαις ταῖς Ἑλικωνιάσιν· | |
στῆσε δ’ ἀρ<ι>στόνοος Περικλῆς, πεπυκασμένος ἀνὴρ | |
ἡσυχίῃ βιότου καὶ σθεναρῇ σοφίῃ. | |
ψ(ηφίσματι) β(ουλῆς) δ(ήμου). |