[ ] Boiotia — Thespiai — 362-364 AD — BCH 50 (1926) 444,85
1 τὸν πάσαις Μούσαισι καὶ εὐδικίαισι τραφέντα
     ἀρχεγόνου γαίης Ἑλλάδος ἀνθύπατον,
τεῖχος Ἀχαιϊάδος, Ῥώμης στέφος αἵματος εὖχος,
     καὶ πάσαις ἀρεταῖς πληθόμενον κραδίην
5 εἰκόνι λαϊνέῃ Δαναοὶ στήσαντο πρέποντα
     Ἀγόριον Μούσαις ταῖς Ἑλικωνιάσιν·
στῆσε δ’ ἀρ<ι>στόνοος Περικλῆς, πεπυκασμένος ἀνὴρ
     ἡσυχίῃ βιότου καὶ σθεναρῇ σοφίῃ.
     ψ(ηφίσματι)    β(ουλῆς)    δ(ήμου).
Search Help
Contact Us