[ ]
Media — Avroman — 22/1 BC — JHS 35 (1915) 22-65
1 | βασιλεύοντος βασιλέων Ἀρσάκου Εὐεργέτου Δικαίου Ἐπιφανοῦς καὶ Φιλέλληνος, καὶ |
βασιλισσῶν Ὀλεννειείρης, Κλ[εο]πάτρας, Βασείρτ[α]ς καὶ Βισθειβάναπος, ἔτους | |
ἑνὸς ἐνενηκοστοῦ διακοσιοστοῦ, ἐν ὑπαρχείαι Βασιρ[αόροι]ς πρὸς σταθμῶι Δησακδὶς | |
ἐν κώμηι Κωφάνει, ἐπὶ τῶν ὑπογεγραμμένων μαρτύρ[ων], ἐξωμολογήσατο καὶ συνε- | |
5 | γράψατο Ἀσπωμάκης Γαάκου ἔχειν παρὰ Δήνης Γαθάκου ἀργυρίου δραχ- |
μὰς πεντήκοντα πέντε τιμήν, καὶ δεδωκέναι ἐν ψ[ειλο]φύτωι ἄμπελον τὴν ἐπικαλου- | |
μένην Δαδβακαβὰγ σὺν εἰσόδωι καὶ ἐξόδωι καὶ ὕδασι τοῖς ὑπάρχουσι μετὰ | |
τῶν συνκλήρων· ὅρια καὶ γειτνίαι ἀπὸ τῶν ἀνατολῶν μετὰ τῶν συνκλήρων | |
καθὼς ἐν τ[ῆ]ι συνγραφῆι· τελέσουσι δὲ αἰεὶ κατ’ ἐνιαυτ[ὸ]ν σκέλος δραχμὴν μίαν, | |
10 | οἴνου κοτύλας δύο, ἄρτ[ω]ν καʹ, βοῦς πέντε, κρειθῶν δύο· ὑπ[έσχε]το δὲ μηδὲ τῶν προγε- |
γραμμένων ἀθετήσειν, μήτε αὐτόν, μηδὲ τοὺς μεταλα[μβάνοντ]ας παρ’ αὐτοῦ τρόπωι μηδενί. | |
Ἀραμάσδης Ἰωδαβοχθ<ο>υ, Μιραδάτης Μιραβανδάκου, Γερ[ίκ]ης Ἀρδήνου· κατέστησεν | |
Ἀρθασθάτης Δαργήνου· |