[ ]
Caria — Mylasa (Milas) — 361/360 BC — CIG 2.2691d; LBW 378 — IK Mylasa I 2; McC. Myl. 113 — Syll.(3) 167b
1 | ἔτει τετρωκοστῶι καὶ πέμπτωι Ἀρταξέρξευς |
βασιλεύοντος, Μαυσσώλλου ἐξαιθραπεύοντος· | |
ἔδοξε Μυλασεῦσι, ἐκκλησίης κυρίης γενομένης, | |
καὶ ἐπεκύρωσαν αἱ τρεῖς φυλαί· τοὺς Πελδέμω | |
5 | παῖδας, παρανομήσαντας ἐς τὴν εἰκόνα |
τὴν Ἑκατόμνω, ἀνδρὸς πολλὰ καὶ ἀγαθὰ ποιήσαν- | |
τος τὴμ πόλιν τὴμ Μυλασέων καὶ λόγωι καὶ ἔργωι, | |
ἀδικεῖν καὶ τὰ ἱερὰ ἀναθήματα καὶ τὴμ πόλιν | |
καὶ τοὺς εὐεργέτας τῆς πόλεως· ἀδικεῖν δὲ κατα- | |
10 | γνόντες ἐζημίωσαν δημεύσει τῆς οὐσίης, καὶ ἐπώ[λη]- |
σαν τὰ κτήματα αὐτῶν δημοσίηι, ἐκτῆσθαι κυρίως | |
τοῖς πριαμένοις, καὶ ἐπαρὰς ἐποιήσαντο περὶ τούτων | |
μήτε προτιθέναι μήτε ἐπιψηφίζειν μηδένα· εἰ δέ τις | |
ταῦτ[α πα]ραβαίνοι, ἐξώλη γίνεσθαι καὶ αυτὸν καὶ τοὺς | |
15 | ἐκείνου π[άν]τας. |