[ ] Caria — Mylasa (Milas) — 367/6 BC — CIG 2.2691c; LBW 377 — IK Mylasa I 1; McC. Myl. 112 — Syll.(3) 167a
1 ἔτει τριηκοστῶι καὶ ἐνάτωι Ἀρταξέρξευς βασιλεύ-
οντος, Μαυσσώλλου ἐξαιθραπεύοντος, ἔδοξε
Μυλασεῦσιν, ἐκκλησίης κυρίης γενομένης, καὶ ἐπε-
κύρωσαν αἱ τρεῖς φυλαί· ἐπειδὴ Ἀρλισσις Θυσσώλλου
5 ἀποσταλεὶς ὑπὸ Καρῶν πρὸς βασιλέα παρεπρέσ-
βευσεν καὶ ἐπεβούλευσε Μαυσσώλλωι, ὄντι εὐεργέτηι
τῆς πόλεως τῆς Μυλασέων καὶ αὐτῶι καὶ τῶι πατρὶ
Ἑκατόμνωι καὶ τοῖς προγόνοις τοῖς τούτων, καὶ βασιλεὺς
ἀδικεῖν καταγνοὺς Ἀρλισσιν ἐζημίωσε θανάτωι·
10 πρᾶξαι καὶ τὴν πόλιν τὴν Μυλασέων περὶ τῶν
κτημάτων ἐκείνου κατὰ τοὺς νόμους τοὺς πατρίους.
καὶ πρόσθετα ποιήσαντες Μαυσσώλλωι, ἐπαρὰς
ποιήσαντο περὶ τούτων μήτε προτιθέναι ἔτι
παρὰ ταῦτα μηδένα μήτε ἐπιψηφίζειν· εἰ δέ τις
15 ταῦτα παραβαίνοι, ἐξώλη γίνεσθαι καὶ αὐτὸν
καὶ τοὺς ἐκείνου πάντας.
Search Help
Contact Us