[ ]
Caria — Mylasa (Milas) — 367/6 BC — CIG 2.2691c; LBW 377 — IK Mylasa I 1; McC. Myl. 112 — Syll.(3) 167a
| 1 | ἔτει τριηκοστῶι καὶ ἐνάτωι Ἀρταξέρξευς βασιλεύ- |
| οντος, Μαυσσώλλου ἐξαιθραπεύοντος, ἔδοξε | |
| Μυλασεῦσιν, ἐκκλησίης κυρίης γενομένης, καὶ ἐπε- | |
| κύρωσαν αἱ τρεῖς φυλαί· ἐπειδὴ Ἀρλισσις Θυσσώλλου | |
| 5 | ἀποσταλεὶς ὑπὸ Καρῶν πρὸς βασιλέα παρεπρέσ- |
| βευσεν καὶ ἐπεβούλευσε Μαυσσώλλωι, ὄντι εὐεργέτηι | |
| τῆς πόλεως τῆς Μυλασέων καὶ αὐτῶι καὶ τῶι πατρὶ | |
| Ἑκατόμνωι καὶ τοῖς προγόνοις τοῖς τούτων, καὶ βασιλεὺς | |
| ἀδικεῖν καταγνοὺς Ἀρλισσιν ἐζημίωσε θανάτωι· | |
| 10 | πρᾶξαι καὶ τὴν πόλιν τὴν Μυλασέων περὶ τῶν |
| κτημάτων ἐκείνου κατὰ τοὺς νόμους τοὺς πατρίους. | |
| καὶ πρόσθετα ποιήσαντες Μαυσσώλλωι, ἐπαρὰς | |
| ἐποιήσαντο περὶ τούτων μήτε προτιθέναι ἔτι | |
| παρὰ ταῦτα μηδένα μήτε ἐπιψηφίζειν· εἰ δέ τις | |
| 15 | ταῦτα παραβαίνοι, ἐξώλη γίνεσθαι καὶ αὐτὸν |
| καὶ τοὺς ἐκείνου πάντας. |