[ ]
Caria — Mylasa (Milas) — 367/6 BC — CIG 2.2691c; LBW 377 — IK Mylasa I 1; McC. Myl. 112 — Syll.(3) 167a
1 | ἔτει τριηκοστῶι καὶ ἐνάτωι Ἀρταξέρξευς βασιλεύ- |
οντος, Μαυσσώλλου ἐξαιθραπεύοντος, ἔδοξε | |
Μυλασεῦσιν, ἐκκλησίης κυρίης γενομένης, καὶ ἐπε- | |
κύρωσαν αἱ τρεῖς φυλαί· ἐπειδὴ Ἀρλισσις Θυσσώλλου | |
5 | ἀποσταλεὶς ὑπὸ Καρῶν πρὸς βασιλέα παρεπρέσ- |
βευσεν καὶ ἐπεβούλευσε Μαυσσώλλωι, ὄντι εὐεργέτηι | |
τῆς πόλεως τῆς Μυλασέων καὶ αὐτῶι καὶ τῶι πατρὶ | |
Ἑκατόμνωι καὶ τοῖς προγόνοις τοῖς τούτων, καὶ βασιλεὺς | |
ἀδικεῖν καταγνοὺς Ἀρλισσιν ἐζημίωσε θανάτωι· | |
10 | πρᾶξαι καὶ τὴν πόλιν τὴν Μυλασέων περὶ τῶν |
κτημάτων ἐκείνου κατὰ τοὺς νόμους τοὺς πατρίους. | |
καὶ πρόσθετα ποιήσαντες Μαυσσώλλωι, ἐπαρὰς | |
ἐποιήσαντο περὶ τούτων μήτε προτιθέναι ἔτι | |
παρὰ ταῦτα μηδένα μήτε ἐπιψηφίζειν· εἰ δέ τις | |
15 | ταῦτα παραβαίνοι, ἐξώλη γίνεσθαι καὶ αὐτὸν |
καὶ τοὺς ἐκείνου πάντας. |