[ ]
Susiana — Susa (Shush) — Seleucid — Cumont, Mëm. miss. arch. Perse XX (1928) 84,4 — Merk.-Staub., Jenseits Euphrat 417 — SEG 7.15, 29.1585
| 1 | βασιλεύοντος [Ἀντιόχου, ἔτους ․․ʹ καὶ ρʹ, μηνὸς] |
| Αὐδναίου κʹ, ἐν Σ[ελευκείαι τῆι πρὸς τῶι Εὐλαίωι] | |
| ἀφιέρωσεν Βάχχι[ος {²τοῦ δεῖνος}² φάμενος(?)] | |
| εἶναι τἡς Εὐάνδρο[υ ἱππαρχίας, Ναναίαι] | |
| 5 | θεᾶι ὑπὲρ τῆς Ἀντ[ιόχου βασιλέως σωτηρίας] |
| καὶ Λαοδίκης τῆς τ[οῦ βασιλέως γυναικὸς] | |
| Μικρὰν τὴν παιδίσ[κην αὐτοῦ] | |
| [ὡ]ς ἐτῶν τριά[κοντα, καὶ μὴ ἐξέστω] | |
| [Βαχ]χίωι μηδὲ [ἄλλωι ὑπὲρ αὐτοῦ μηδενὶ] | |
| 10 | καταδ[ουλώσασθαι αὐτὴν τρόπωι μηδενὶ μηδὲ] |
| παρευρέσει μηδεμι[ᾶι· ἐὰν δέ τι τούτων] | |
| ποιήσωσι, ἥ τε ἐμπο[ίησις καὶ ἡ ἀπαγωγὴ] | |
| καὶ ἡ καταδούλωσι[ς ἄκυροι ἔστωσαν] | |
| καὶ προσαποτεισάτω [τῆι θεᾶι Βάχχιος] | |
| 15 | ἢ ὁ τούτων τι ποιήσα[ς ἀργυρίου δραχμὰς] |
| τρισχιλίας. μάρτυρε[ς {²ὁ δεῖνα τοῦ δεῖνος}²] | |
| ἐπιστάτης, χρεοφ[ύλακες· {²ὁ δεῖνα τοῦ δεῖνος}²] | |
| [Ἀ]ρτεμίδωρος Λυσα[νίου, {²ὁ δεῖνα —}²]- | |
| [— —]έους, Ἡραῖος Ἰσιδ[ώρου, {²ὁ δεῖνα}²] | |
| 20 | [— — —ο]υ, Ἄτταλος Νο[— — —] |
| [— — —α]ρχος Ζην[— — —] |