[ ]
Syria, Ctr. — Palmyra (Tadmor) — 144 AD — Iraq 56.1994.32,15 — Merk.-Staub., Jenseits Euphrat 705 — SEG 46.1797
1 | [τοὺς ἀνδριάντας τέσσαρας χαλκείους, ἕνα] τοῦτον τὸν ἐν |
[ἱερῷ Ἀθην]ᾶς, ἕνα τὸν ἐν ἱερῷ ἄλσει, ἕνα δὲ τὸν | |
[ἐν ἱερῷ Ἄρεο]ς καὶ ἕνα τὸν ἐν ἱερῷ Ἀταργάτειος | |
[τοὺς] ἐγηγερμένους παρὰ τοῖς πρώτοις | |
5 | τέσσαρσι ἀνδριᾶσι τοῖς ἀνεγερθεῖσι |
ὑπὸ τῆς πρώτης συνοδίας Σοάδῳ Βωλιάδους | |
τοῦ Σωάδου τοῦ Θαιμισάμσου εὐσεβεῖ καὶ φιλο- | |
πάτριδι τῷ διὰ τὴν αὐτοῦ εὔνοίαν καὶ μεγαλο- | |
φροσύνην τὴν πρὸς τοὺς πολείτας παντὶ | |
10 | τρόπῳ κεκοσμημένῳ ἀρεταῖς καὶ μεγίσ- |
ταις τειμαῖς, ἀνέστησεν ἡ ἀπὸ Ὀλογασίας ἀνα- | |
βᾶσα συνοδία πάντων Παλμυρηνῶν, ἐπεὶ | |
προώρμησεν ἐπισήμως παραλαβὼν μ[ε]- | |
θ’ ἑαυτοῦ πολλὴν δύναμιν καὶ ἀντέστ[η] | |
15 | [Ἀβ]δαλλάθῳ Ἐειθήνῳ καὶ τοῖς ὑπ’ αὐτοῦ συναχθεῖσα ἀπὸ π[— — —] |
δ[— ληστ]ηρίοις, τοῖς ἐπὶ χρόνον ἐνεδρεύσασι ἀδικῆσαι τὴν σ[υνοδίαν] | |
[— — —] προσδιέσωσεν αὐτούς· διὰ τοῦτο ἀνήγειραν αὐτῷ | |
[τοὺς ἀνδριάντας] τειμῆς χάριν, συνοδιαρχούντων Μαλη Συμωνου | |
[— — καὶ Ε]ννιβήλου Συμωνου τοῦ Βαζεκη, ἔτους ενυʹ, μη[νὸς] Δαισίου. | |
20 | {²segue testo aramaico}² |