[ ] Babylonia — Seleucia-on-the-Tigris (Baghdad, S. of) — 150/1 AD — Sumer 43.1984.219-229 — Merk.-Staub., Jenseits Euphrat 507 — SEG 37.1403, 39.1561, 41.1520
1 ἔτους τοῦ
καθ’ Ἕλληνας
βξυʹ βασιλεὺς
βασιλέων Ἀρ-
5 σάκης Ὀλόγασος,
υἱὸς Μιραδάτου {βα}
βασιλέως, ἐπεστρα-
τεύσατο Μεσσήνηι
κατὰ Μιραδάτου βασι-
10 λέως, υἱοῦ Πακόρου τοῦ
προβασιλεύσαντος, καὶ
τὸν Μιραδάτην βασιλέ-
α ἐγδιώξας τῆς Μεσήνης
ἐγένετο ἐνκρατὴς ὅλης
15 τῆς Μεσήνης καὶ εἰκόνα
ταύτην χαλκῆν Ἡρακλέ-
ους θεοῦ, τὴν μετενεχθεῖ-
σαν ὑπ’ αὐτοῦ ἀπὸ τῆς Μεσή-
νης ἀνέθηκεν ἐν ἱερῶι τῶι-
20 δε θεοῦ Ἀπόλλωνος τοῦ
χαλκῆς πύλης προκα-
θημένου.
Search Help
Contact Us