[ ]
Mesopotomia — Resafa--Sergioupolis (ar-Raqqah, SW of) — 593 AD — Euagrius, Hist.Eccles. 6.21
| 1 | ἐγὼ Χοσρόης, βασιλεὺς βασιλέων, υἱὸς Χοσρόου, τὰ ἐν τῷδε τῷ δίσκῳ |
| γεγραμμένα, οὐκ εἰς θέαν ἀνθρώπων, οὐδὲ ἵνα ἐκ τῶν λόγων μου τὸ | |
| μέγεθος τοῦ πανσέπτου ὀνόματος γνωσθῇ, ἀλλὰ διὰ τὴν ἀλήθειαν τῶν | |
| γεγραμμένων καὶ διὰ τὰς πολλὰς χάριτας καὶ εὐεργεσίας ἃς ἔσχον | |
| 5 | παρὰ σοῦ· εὐτυχία γάρ μοί ἐστι, ἵνα τὸ ἐμὸν ὄνομα ἐμφέρεται τοῖς |
| ἱεροῖς σου σκεύεσιν. ἐν τῷ εἶναί με ἐν τῷ Βεραμαῒς ᾐτησάμην παρὰ | |
| σοῦ, ἅγιε, ἐλθεῖν εἰς τὴν βοήθειαν μου καὶ ἐν γαστρὶ συλλαβεῖν Σιρήν. | |
| καὶ ἐπειδὴ ἡ Σιρὴν Χριστιανή ἐστιν κἀγὼ Ἕλλην, ὁ ἡμέτερος νόμος | |
| ἄδειαν ἡμῖν οὐ παρέχει Χριστιανὴν ἔχειν γαμετήν. διὰ γοῦν τὴν ἐμὴν | |
| 10 | πρὸς σὲ εὐγνωμοσύνην εἰς ταύτην τὸν νόμον παρεῖδον, καὶ ταύτην ἐν |
| γυναιξὶν ἡμέραν ἐξ ἡμέρας ἐν γνησιότητι ἔσχον καὶ ἴσχω, καὶ οὕτω | |
| συνεῖδον νῦν δεηθῆναι τῆς σῆς ἀγαθότητος, ἅγιε, ἐν γαστρὶ συλλαβεῖν | |
| αὐτήν. καὶ ᾐτησάμην καὶ συνεταξάμην ἵνα, ἐὰν ἐν γαστρὶ συλλάβῃ | |
| Σιρήν, τὸν σταυρὸν τὸν φορούμενον παρ’ αὐτῆς πέμψω τῷ πανσέπτῳ | |
| 15 | σου οἴκῳ. καὶ τούτου ἕνεκα κἀγὼ καὶ Σιρὴν τὸν σκοπὸν τοῦτον ἔχομεν |
| ἵνα εἰς μνημόσυνον τοῦ ὀνόματός σου, ἅγιε, τοῦτον τὸν σταυρὸν | |
| κρατῶμεν. καὶ συνειδόμεν ἀντ’ αὐτοῦ τὴν τιμὴν αὐτοῦ, μὴ | |
| συντείνουσαν περαιτέρω τῶν τετρακισχιλίων τετρακοσίων στατήρων | |
| μιλιαρισίων, πεντακισχιλίους στατῆρας ἐκπέμψαι. | |
| 20 | καὶ ἐξ οὗ τὴν τοιαύτην ἑαυτῷ ἔσχον αἴτησιν καὶ ταῦτα |
| διελογισάμην, ἕως οὗ ἐφθάσαμην τὸ Ῥοσονχοσρὸν, δέκα ἡμέραι πλέον | |
| οὐ διῆλθον, καὶ σύ, ἅγιε, οὐ διὰ τὸ εἶναί με ἄξιον ἀλλὰ διὰ τὴν σὴν | |
| ἀγαθότητα, ἐφάνης μοι ἐν ὁράματι τῆς νυκτός, καὶ τρίτον εἶπάς μοι | |
| ὅτι Σιρὴν ἐν γαστρὶ ἔχει. κἀγὼ ἐν αὐτῷ τῷ ὁράματι τρίτον | |
| 25 | ἀνταπεκρίθην σοι λέγων· καλῶς. καὶ διὰ τὸ εἶναί σε δοτῆρα τῶν |
| αἰτήσεων, ἐκ τῆς ἡμέρας ἐκείνης ἡ Σιρὴν τὸ εἰθισμένον ταῖς γυναιξὶν | |
| οὐκ εἶδεν. ἐγὼ δὲ διστάξας εἰς τοῦτο, εἰ μὴ τοῖς λόγοις σου | |
| ἐπίστευσα, καὶ ὅτι ἅγιος εἶ καὶ δοτὴρ τῶν αἰτήσεων, μετὰ <τὸ> | |
| ταύτην τὰ γυναικεῖα μὴ ὑπομεῖναι, ἐκ τούτου ἔγνων τὴν δύναμιν τοῦ | |
| 30 | ὁράματος καὶ τὴν τῶν παρὰ σοῦ ῥηθέντων ἀλήθειαν. παραυτὰ οὖν |
| ἔπεμψα τὸν αὐτὸν σταυρὸν καὶ τὴν τούτου τιμὴν ἐν τῷ πανσέπτῳ σου | |
| εἴκῳ, κελεύσας ἐκ τῆς τούτου τιμῆς δίσκον ἕνα καὶ ποτήριον ἓν | |
| γενέσθαι εἰς λόγον τῶν θείων μυστηρίων, ἀλλὰ μὴν καὶ σταυρὸν | |
| γενέσθαι καὶ πηχθῆναι ὀφείλοντα ἐπὶ τῆς τιμίας τραπέζης, καὶ | |
| 35 | θυμιατήριον, τὰ παντα χρυσᾶ, καὶ ἀμφίθυρον Οὐννικὸν κεκοσμημένον |
| χρυσίῳ· καὶ τὰ ἀπομένοντα τῆς τιμῆς μιλιαρίσια εἶναι τοῦ ἁγίου σου | |
| οἴκου, ἵνα διὰ τῆς τύχης σου, ἅγιε, εἰς πάντα, ἐξαιρέτως δὲ εἰς τὴν | |
| αἴτησιν ταύτην ἔλθῃς εἰς τὴν βοήθειάν μου καὶ Σιρήν, καὶ ὃ διὰ τῆς | |
| σῆς πρεσβείας γέγονεν ἡμῖν τῷ ἐλέει τῆς σῆς ἀγαθότητος καὶ τῷ | |
| 40 | θελήματί μου καὶ Σιρὴν εἰς τέλειον προέλθῃ· ἵνα κἀγὼ καὶ Σιρὴν καὶ |
| πάντες οἱ ἐν τῷ κόσμῳ εἰς τὴν σὴν δύναμιν ἐλπίζωμεν, καὶ εἰς σὲ ἔτι πιστεύωμεν. |