[ ]
Mesopotomia — Resafa--Sergioupolis (ar-Raqqah, SW of) — 593 AD — Euagrius, Hist.Eccles. 6.21
| 1 | τοῦτον τὸν σταυρὸν ἐγὼ Χόσροης βασιλέων, υἱὸς Χοσρόου, |
| ὅτε ἐκ διαβολικῆς ἐνεργείας καὶ κακουργίας τοῦ δυστυχεστάτου Βαρὰμ | |
| υἱοῦ Βαργουσνὰς καὶ τῶν σὺν αὐτῷ καβαλλαρίων εἰς Ῥωμανίαν | |
| ἀπήλθομεν, καὶ διὰ τὸ ἔρχεσθαι τὸν δυστυχῆ Ζαδεσπρὰτην μετὰ | |
| 5 | στρατοῦ εἰς τὸ Νισίβιος ἐπὶ τὸ ὑποσῦραι τοὺς καβαλλαρίους τοῦ |
| μέρους τοῦ Νισίβιος εἰς τὸ ἀντᾶραι καὶ συνταράξαι ἐπέμψαμεν καὶ | |
| ἡμεῖς καβαλλαρίους μετὰ ἄρχοντος εἰς τὸ Χάρχας, καὶ διὰ τῆς τύχης | |
| τοῦ ἁγίου Σεργίου τοῦ πανσέπτου καὶ ὀνομαστοῦ, ἐπειδὴ ἠκούσαμεν | |
| δοτῆρα εἶναι αὐτὸν τῶν αἰτήσεων, ἐν τῷ πρώτῳ ἔτει τῆς βασιλείας | |
| 10 | ἡμῶν, μενὶ Ἰαννουαρίου ἑβδόμῃ, ᾐτησάμεθα ὡς, ἐὰν οἱ καβαλλάριοι |
| ἡμῶν σφάξωσι τὸν Ζαδεσπράτην ἢ χειρώσωνται, σταυρὸν χρυσοῦν | |
| διάλιθον εἰς τὸν οἶκον αὐτοῦ πέμπομεν διὰ τὸ πάνσεπτον αὐτοῦ ὄνομα, | |
| καὶ τῇ ἐνάτῃ τοῦ Φεβρυαρίου μηνὸς τὴν κηφαλὴν τοῦ Ζαδεσπράτου | |
| ἤνεγκαν ἐπὶ ἡμῶν. ἐπιτυχόντες οὖν τῆς δεήσεως ἡμῶν, διὰ τὸ ἕκαστον | |
| 15 | ἀναμφίβολον εἶναι, εἰς τὸ πάνσεπτον αὐτοῦ ὄνομα τοῦτον τὸν σταυρὸν |
| τὸν παρ’ ἡμῶν γενόμενον, μετὰ τοῦ πεμφθέντος σταυροῦ παρὰ | |
| Ἰουστινιανοῦ βασιλέως Ῥωμαίων εἰς τὸν οἶκον αὐτοῦ, καὶ τῷ καιρῷ | |
| τῆς ἀμιξίας τῶν δύο πολιτειῶν ἐνεχθέντος ἐνταῦθα παρὰ Χοσρου, | |
| βασιλέως βασιλέων, υἱοῦ Καβάδου, τοῦ ῆμετέρου πατρός, καὶ εὑρεθέτνος | |
| 20 | ἐν τοῖς ῆμετέροις θησαυροῖς, ἐπέμψαμεν ἐν τῷ οἴκῳ τοῦ ἁγίου |
| πανσέπτου Σεργίου. | |