[ ]
Mesopotamia — Nisibis (Nusaybin), later Rome — 114-117 AD — CIG 4.6856; IG XIV 1374; IGUR 3.1151 — IGR 3.192; GVI 722; Merk.-Staub., Jenseits Euphrat 505
1 | ὁ κλεινὸς ἶνις βασιλέως Ἀμάζασπος, |
ὁ Μιθριδάτου βασιλέως κασίγνητος, | |
ᾧ γαῖα πατρὶς Κασπίας παρὰ κλῄθρας | |
Ἴβηρ Ἴβηρος ἐνθαδὶ τετάρχυται | |
5 | πόλιν παρ’ ἱρήν, ἣν ἔδειμε Νικάτωρ |
ἐλαιόθηλον ἀμφὶ Μυγδόνος νᾶμα. | |
θάνεν δ’ ὀπαδὸς Αὐσόνων ἁγητῆρι | |
μολὼν ἄνακτι Παρθικὴν ἐφ’ ὑσμίνην, | |
πρίν περ παλάξαι χεῖρα δηίῳ λύθρωι, | |
10 | ἴφθιμον αἰαῖ χεῖρα δουρὶ καὶ τόξωι |
καὶ φασγάνου κνώδοντι, πεζὸς ἱππ[εύς τε]· | |
ὁ δ’ αὐτὸς ἶσος παρθένοισιν αἰδοίαις. |